previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

πρῶτοι δὲ νόμοις ἐγγράπτοις χρήσασθαι πεπιστευμένοι εἰσί: καὶ πλεῖστον χρόνον εὐνομηθέντας Διονύσιος ἐκπεσὼν ἐκ τῆς Συρακουσσίων ἀνομώτατα πάντων διεχρήσατο, ὅς γε προεγάμει μὲν παρεισιὼν εἰς τὸ δωμάτιον τὰς νυμφοστοληθείσας, συναγαγὼν δὲ τὰς ὡραίας παρθένους περιστερὰς κολοπτέρους ἐν τοῖς συμποσίοις ἠφίει, κἀκείνας ἐκέλευσε θηρεύειν γυμνάς, τινὰς δὲ καὶ σανδάλια ὑποδουμένας ἄζυγα, τὸ μὲν ὑψηλὸν τὸ δὲ ταπεινόν, περιδιώκειν τὰς φάσσας τοῦ ἀπρεποῦς χάριν. δίκας μέντοι ἔτισεν, ἐπειδὴ πάλιν εἰς τὴν Σικελίαν ἐπανῆλθεν ἀναληψόμενος τὴν ἀρχήν: καταλύσαντες γὰρ οἱ Λοκροὶ τὴν φρουρὰν ἠλευθέρωσαν σφᾶς καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν παιδίων κύριοι κατέστησαν: δύο δ᾽ ἦσαν αἱ θυγατέρες καὶ τῶν υἱῶν νεώτερος ἤδη μειράκιον: ἅτερος γὰρ Ἀπολλοκράτης συνεστρατήγει τῷ πατρὶ τὴν κάθοδον. πολλὰ δὲ δεομένῳ τῷ Διονυσίῳ καὐτῷ καὶ Ταραντίνοις ὑπὲρ αὐτοῦ προέσθαι τὰ σώματα ἐφ᾽ οἷς ἂν ἐθελήσωσιν οὐκ ἔδοσαν, ἀλλὰ πολιορκίαν ὑπέμειναν καὶ πόρθησιν τῆς χώρας, τὸν δὲ θυμὸν εἰς τὰς θυγατέρας τὸν πλεῖστον ἐξέχεαν: καταπορνευθείσας γὰρ ἐστραγγάλησαν, εἶτα καύσαντες τὰ σώματα κατήλεσαν τὰ ὀστᾶ καὶ κατεπόντωσαν. τῆς δὲ τῶν Λοκρῶν νομογραφίας μνησθεὶς Ἔφορος, ἣν Ζάλευκος συνέταξεν ἔκ τε τῶν Κρητικῶν νομίμων καὶ Λακωνικῶν καὶ ἐκ τῶν Ἀρεοπαγιτικῶν, φησὶν ἐν τοῖς πρώτοις καινίσαι τοῦτο τὸν Ζάλευκον ὅτι, τῶν πρότερον τὰς ζημίας τοῖς δικασταῖς ἐπιτρεψάντων ὁρίζειν ἐφ᾽ ἑκάστοις τοῖς ἀδικήμασιν, ἐκεῖνος [p. 357] ἐν τοῖς νόμοις διώρισεν, ἡγούμενος τὰς μὲν γνώμας τῶν δικαστῶν οὐχὶ τὰς αὐτὰς εἶναι περὶ τῶν αὐτῶν, τὰς δὲ ζημίας δεῖν εἶναι τὰς αὐτάς: ἐπαινεῖ δὲ καὶ τὸ ἁπλουστέρως αὐτὸν περὶ τῶν συμβολαίων διατάξαι. Θουρίους δ᾽ ὕστερον ἀκριβοῦν θέλοντας πέρα τῶν Λοκρῶν ἐνδοξοτέρους μὲν γενέσθαι, χείρονας δέ: εὐνομεῖσθαι γὰρ οὐ τοὺς ἐν τοῖς νόμοις ἅπαντα φυλαττομένους τὰ τῶν συκοφαντῶν, ἀλλὰ τοὺς ἐμμένοντας τοῖς ἁπλῶς κειμένοις. τοῦτο δὲ καὶ Πλάτων εἴρηκεν ὅτι παρ᾽ οἷς πλεῖστοι νόμοι καὶ δίκαι παρὰ τούτοις καὶ βίοι μοχθηροί, καθάπερ καὶ παρ᾽ οἷς ἰατροὶ πολλοὶ καὶ νόσους εἰκὸς εἶναι πολλάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: