previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[12]

περὶ δὲ Σαυνιτῶν καὶ τοιοῦτός τις λόγος φέρεται, διότι πολεμοῦντες Σαβῖνοι πολὺν χρόνον πρὸς τοὺς Ὀμβρικοὺς εὔξαντο, καθάπερ τῶν Ἑλλήνων τινές, τὰ γενόμενα τῷ ἔτει τούτῳ καθιερῶσαι, νικήσαντες δὲ τῶν γενομένων τὰ μὲν κατέθυσαν τὰ δὲ καθιέρωσαν: ἀφορίας δὲ γενηθείσης, εἶπέ τις ὡς ἐχρῆν καθιερῶσαι καὶ τὰ τέκνα. οἱ δ᾽ ἐποίησαν τοῦτο καὶ τοὺς γενομένους τότε παῖδας Ἄρεως ἐπεφήμισαν, ἀνδρωθέντας δ᾽ [p. 344] ἔστειλαν εἰς ἀποικίαν, ἡγήσατο δὲ ταῦρος: ἐν δὲ τῇ τῶν Ὀπικῶν κατευνασθέντοςἐτύγχανον δὲ κωμηδὸν ζῶντεςἐκβαλόντες ἐκείνους ἱδρύθησαν αὐτόθι καὶ τὸν ταῦρον ἐσφαγίασαν τῷ Ἄρει τῷ δόντι αὐτὸν ἡγεμόνα κατὰ τὴν τῶν μάντεων ἀπόφασιν. εἰκὸς δὲ διὰ τοῦτο καὶ Σαβέλλους αὐτοὺς ὑποκοριστικῶς ἀπὸ τῶν γονέων προσαγορευθῆναι, Σαμνίτας δ᾽ ἀπ᾽ ἄλλης αἰτίας, οὓς οἱ Ἕλληνες Σαυνίτας λέγουσι. τινὲς δὲ καὶ Λάκωνας συνοίκους αὐτοῖς γενέσθαι φασὶ καὶ διὰ τοῦτο καὶ φιλέλληνας ὑπάρξαι, τινὰς δὲ καὶ Πιτανάτας καλεῖσθαι. δοκεῖ δὲ καὶ Ταραντίνων πλάσμα τοῦτ᾽ εἶναι, κολακευόντων ὁμόρους καὶ μέγα δυναμένους ἀνθρώπους καὶ ἅμα ἐξοικειουμένων, οἵ γε καὶ ὀκτὼ μυριάδας ἔστελλόν ποτε τῆς πεζῆς στρατιᾶς, ἱππέας δ᾽ ὀκτακισχιλίους. φασὶ δὲ νόμον εἶναι παρὰ τοῖς Σαυνίταις καλὸν καὶ προτρεπτικὸν πρὸς ἀρετήν: οὐ γὰρ ἔξεστι διδόναι τὰς θυγατέρας οἷς ἂν ἐθέλωσιν, ἀλλὰ κρίνεσθαι κατὰ ἔτος δέκα μὲν παρθένους δέκα δὲ τῶν νέων τοὺς ἀρίστους καὶ τὰς ἀρίστας: τούτων τῷ πρώτῳ τὴν πρώτην δίδοσθαι, τῷ δευτέρῳ τὴν δευτέραν καὶ ἑξῆς οὕτως: ἐὰν δ᾽ λαβὼν τὸ γέρας μεταβαλόμενος γένηται πονηρός, ἀτιμάζουσι καὶ ἀφαιροῦνται τὴν δοθεῖσαν. ἑξῆς δ᾽ εἰσὶν Ἱρπῖνοι, καὐτοὶ Σαυνῖται: τοὔνομα δ᾽ ἔσχον ἀπὸ τοῦ ἡγησαμένου λύκου τῆς ἀποικίας: ἵρπον γὰρ καλοῦσιν οἱ Σαυνῖται τὸν λύκον: συνάπτουσι δὲ Λευκανοῖς τοῖς μεσογαίοις. περὶ μὲν Σαυνιτῶν ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: