previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[9]

τῶν δ᾽ ἄλλων τῆς Λατίνης πόλεων τὰς μὲν ἑτέροις γνωρίσμασι τὰς δὲ ὁδοῖς ἀφορίσαιτ᾽ ἄν τις ταῖς γνωριμωτάταις, ὅσαι διὰ τῆς Λατίνης ἔστρωνται: γὰρ ἐπὶ ταύταις παρὰ ταύταις μεταξὺ ἵδρυνται. γνωριμώταται δὲ τῶν ὁδῶν τε Ἀππία καὶ Λατίνη καὶ Ὀυαλερία, μὲν τὰ πρὸς θάλατταν ἀφορίζουσα μέρη τῆς Λατίνης μέχρι Σινοέσσης, δὲ τὰ πρὸς τῇ Σαβίνῃ μέχρι Μαρσῶν, μέση δ᾽ αὐτῶν Λατίνη συμπίπτουσα τῇ Ἀππίᾳ κατὰ Κασιλῖνον, πόλιν διέχουσαν Καπύης ἐννεακαίδεκα σταδίους. ἄρχεται δὲ ἀπὸ τῆς Ἀππίας, ἐν ἀριστερᾷ ἀπ᾽ αὐτῆς ἐκτρεπομένη πλησίον Ῥώμης, εἶτα διὰ τοῦ Τουσκλανοῦ ὄρους ὑπερβᾶσα μεταξὺ Τούσκλου πόλεως καὶ τοῦ Ἀλβανοῦ ὄρους κάτεισιν ἐπὶ Ἄλγιδον πολίχνιον καὶ Πικτὰς πανδοχεῖα. εἶτα συμπίπτει καὶ Λαβικανή, ἀρχομένη μὲν ἀπὸ τῆς [p. 326] Ἠσκυλίνης πύλης ἀφ᾽ ἧς καὶ Πραινεστίνη, ἐν ἀριστερᾷ δ᾽ ἀφεῖσα καὶ ταύτην καὶ τὸ πεδίον τὸ Ἠσκυλῖνον πρόεισιν ἐπὶ πλείους τῶν ἑκατὸν καὶ εἴκοσι σταδίων, καὶ πλησιάσασα τῷ Λαβικῷ παλαιῷ κτίσματι κατεσπασμένῳ, κειμένῳ δ᾽ ἐφ᾽ ὕψους, τοῦτο μὲν καὶ τὸ Τούσκουλον ἐν δεξιοῖς ἀπολείπει, τελευτᾷ δὲ πρὸς τὰς Πικτὰς καὶ τὴν Λατίνην: διέχει δὲ τῆς Ῥώμης τὸ χωρίον τοῦτο διακοσίους καὶ δέκα σταδίους. εἶθ᾽ ἑξῆς μὲν ἐπ᾽ αὐτῆς τῆς Λατίνης εἰσὶν ἐπίσημοι κατοικίαι καὶ πόλεις Φερεντῖνον, Φρουσινών, παρ᾽ ἣν Κόσας ῥεῖ ποταμός, Φαβρατερία, παρ᾽ ἣν Τρῆρος ῥεῖ, Ἀκουῖνον μεγάλη πόλις, παρ᾽ ἣν Μέλπις ῥεῖ ποταμὸς μέγας, Ἰντεράμνιον ἐν συμβολῇ δυεῖν ποταμῶν κείμενον Λείριός τε καὶ ἑτέρου, Κασῖνον καὶ αὕτη πόλις ἀξιόλογος, ὑστάτη τῶν Λατίνων: τὸ γὰρ Τέανον τὸ καλούμενον Σιδικῖνον ἐφεξῆς κείμενον ἐκ τοῦ ἐπιθέτου δηλοῦται διότι τῶν Σιδικίνων ἐστίν. οὗτοι δὲ Ὄσκοι, Καμπανῶν ἔθνος ἐκλελοιπός, ὥστε λέγοιτ᾽ ἂν τῆς Καμπανίας καὶ αὕτη, μεγίστη οὖσα τῶν ἐπὶ τῇ Λατίνῃ πόλεων. καὶ ἐφεξῆς τῶν Καληνῶν καὶ αὕτη ἀξιόλογος, συνάπτουσα τῷ Κασιλίνῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: