previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δευτέρα δὲ λεγέσθω Λιγυστικὴ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσι, μεταξὺ ἱδρυμένη τῆς νῦν λεχθείσης Κελτικῆς καὶ τῆς Τυρρηνίας, οὐδὲν ἔχουσα περιηγήσεως ἄξιον, πλὴν ὅτι κωμηδὸν ζῶσι, τραχεῖαν γῆν ἀροῦντες καὶ σκάπτοντες, μᾶλλον δὲ λατομοῦντες, ὥς φησι Ποσειδώνιος. εὐανδρεῖ δ᾽ ὅμως χώρα καὶ τὸ στρατιωτικὸν ἐντεῦθεν τὸ πλέον ἐστὶ καὶ τὸ τῶν ἱππικῶν πλῆθος, ἐξ ὧν καὶ σύγκλητος λαμβάνει τὴν σύνταξιν. τρίτοι δ᾽ εἰσὶ συνεχεῖς τούτοις οἱ Τυρρηνοί, τὰ πεδία ἔχοντες τὰ μέχρι τοῦ ποταμοῦ τοῦ Τιβέριδος, κλυζόμενοι τὰ μὲν πρὸς ἕω μάλιστα μέρη τῷ ποταμῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ, κατὰ δὲ θάτερα τῷ Τυρρηνικῷ καὶ Σαρδῴῳ πελάγει. ῥεῖ δὲ ἐκ τῶν Ἀπεννίνων ὀρῶν Τίβερις, πληροῦται δ᾽ ἐκ πολλῶν ποταμῶν, μέρος μέν τι δι᾽ αὐτῆς φερόμενος τῆς Τυρρηνίας, τὸ δ᾽ ἐφεξῆς διορίζων ἀπ᾽ αὐτῆς πρῶτον μὲν τὴν Ὀμβρικήν, εἶτα τοὺς Σαβίνους καὶ Λατίνους τοὺς πρὸς τῇ Ῥώμῃ μέχρι τῆς παραλίας. παραβέβληνται δέ πως τῷ ποταμῷ μὲν καὶ τοῖς Τυρρηνοῖς κατὰ πλάτος, ἀλλήλοις δὲ κατὰ μῆκος: ἀνέχουσι δὲ πρὸς τὰ Ἀπέννινα ὄρη τὰ [p. 300] πλησιάζοντα τῷ Ἀδρίᾳ πρῶτοι μὲν οἱ Ὀμβρικοί, μετὰ δὲ τούτους Σαβῖνοι, τελευταῖοι δ᾽ οἱ τὴν Λατίνην ἔχοντες, ἀρξάμενοι πάντες ἀπὸ τοῦ ποταμοῦ. μὲν οὖν τῶν Λατίνων χώρα μεταξὺ κεῖται τῆς τε ἀπὸ τῶν Ὠστίων παραλίας μέχρι πόλεως Σινοέσσης καὶ τῆς Σαβίνηςτὰ δ᾽ Ὤστια ἐστὶν ἐπίνειον τῆς Ῥώμης, εἰς ἐκδίδωσιν Τίβερις παρ᾽ αὐτὴν ῥυείς), ἐκτείνεται δὲ ἐπὶ μῆκος μέχρι τῆς Καμπανίας καὶ τῶν Σαυνιτικῶν ὀρῶν: δὲ Σαβίνη μεταξὺ τῶν Λατίνων κεῖται καὶ τῶν Ὀμβρικῶν, ἐκτείνεται δὲ καὶ αὐτὴ πρὸς τὰ Σαυνιτικὰ ὄρη, καὶ μᾶλλον συνάπτει τοῖς Ἀπεννίνοις τοῖς κατὰ Ὀυηστίνους τε καὶ Πελίγνους καὶ Μαρσούς: οἱ δ᾽ Ὀμβρικοὶ μέσοι μὲν κεῖνται τῆς τε Σαβίνης καὶ τῆς Τυρρηνίας, μέχρι δ᾽ Ἀριμίνου καὶ Ῥαουέννης προΐασιν, ὑπερβάλλοντες τὰ ὄρη. Τυρρηνοὶ δὲ παύονται ὑπ᾽ αὐτοῖς τοῖς ὄρεσι τοῖς περικλείουσιν ἐκ τῆς Λιγυστικῆς εἰς τὸν Ἀδρίαν, ἀπὸ τῆς οἰκείας ἀρξάμενοι θαλάττης καὶ τοῦ Τιβέριδος. τὰ καθ᾽ ἕκαστα δὲ διέξιμεν ἀπ᾽ αὐτῶν τούτων ἀρξάμενοι. [2]

οἱ Τυρρηνοὶ τοίνυν παρὰ τοῖς Ῥωμαίοις Ἑτροῦσκοι καὶ Τοῦσκοι προσαγορεύονται. οἱ δ᾽ Ἕλληνες οὕτως ὠνόμασαν αὐτοὺς ἀπὸ τοῦ Τυρρηνοῦ Ἄτυος, ὥς φασι, τοῦ στείλαντος ἐκ Λυδίας ἐποίκους δεῦρο. ἐπὶ γὰρ λιμοῦ καὶ ἀφορίας Ἄτυς, εἷς τῶν ἀπογόνων Ἡρακλέους καὶ Ὀμφάλης, δυεῖν παίδων ὄντων, κλήρῳ Λυδὸν μὲν κατέσχε, τῷ δὲ Τυρρηνῷ τὸν πλείω συστήσας λαὸν ἐξέστειλεν. ἐλθὼν δὲ τήν τε χώραν ἀφ᾽ ἑαυτοῦ Τυρρηνίαν ἐκάλεσε καὶ δώδεκα πόλεις ἔκτισεν, οἰκιστὴν ἐπιστήσας Τάρκωνα, ἀφ᾽ οὗ Ταρκυνία πόλις, ὃν διὰ τὴν ἐκ παίδων σύνεσιν πολιὸν γεγεννῆσθαι μυθεύουσι. τότε μὲν οὖν ὑφ᾽ ἑνὶ ἡγεμόνι ταττόμενοι μέγα ἴσχυον, χρόνοις δ᾽ ὕστερον διαλυθῆναι τὸ [p. 301] σύστημα εἰκὸς καὶ κατὰ πόλεις διασπασθῆναι βίᾳ τῶν πλησιοχώρων εἴξαντας: οὐ γὰρ ἂν χώραν εὐδαίμονα ἀφέντες τῇ θαλάττῃ κατὰ λῃστείαν ἐπέθεντο ἄλλοι πρὸς ἄλλα τραπόμενοι πελάγη, ἐπεί, ὅπου γε συμπνεύσαιεν, ἱκανοὶ ἦσαν οὐκ ἀμύνασθαι μόνον τοὺς ἐπιχειροῦντας αὐτοῖς, ἀλλὰ καὶ ἀντεπιχειρεῖν καὶ μακρὰς στρατείας ποιεῖσθαι. μετὰ δὲ τὴν τῆς Ῥώμης κτίσιν Δημάρατος ἀφικνεῖται λαὸν ἄγων ἐκ Κορίνθου, καὶ δεξαμένων αὐτὸν Ταρκυνιτῶν γεννᾷ Λουκούμωνα ἐξ ἐπιχωρίας γυναικός. γενόμενος δὲ Ἄγκῳ Μαρκίῳ τῷ βασιλεῖ τῶν Ῥωμαίων φίλος, ἐβασίλευσεν οὗτος καὶ μετωνομάσθη Λεύκιος Ταρκύνιος Πρίσκος. ἐκόσμησε δ᾽ οὖν τὴν Τυρρηνίαν καὶ αὐτὸς καὶ πατὴρ πρότερον, μὲν εὐπορίᾳ δημιουργῶν τῶν συνακολουθησάντων οἴκοθεν, δὲ ταῖς ἐκ τῆς Ῥώμης ἀφορμαῖς. λέγεται δὲ καὶ θριαμβικὸς κόσμος καὶ ὑπατικὸς καὶ ἁπλῶς τῶν ἀρχόντων ἐκ Ταρκυνίων δεῦρο μετενεχθῆναι καὶ ῥάβδοι καὶ πελέκεις καὶ σάλπιγγες καὶ ἱεροποιίαι καὶ μαντικὴ καὶ μουσική, ὅσῃ δημοσίᾳ χρῶνται Ῥωμαῖοι. τούτου δ᾽ υἱὸς ἦν δεύτερος Ταρκύνιος Σούπερβος, ὅσπερ καὶ τελευταῖος βασιλεύσας ἐξέπεσε. Πορσίνας δ᾽, τῶν Κλουσίνων βασιλεύς, πόλεως Τυρρηνίδος, κατάγειν αὐτὸν ἐπιχειρήσας δι᾽ ὅπλων, ὡς οὐχ οἷός τε ἦν, καταλυσάμενος τὴν ἔχθραν ἀπῆλθε φίλος μετὰ τιμῆς καὶ δωρεῶν μεγάλων. [3]

περὶ μὲν τῆς ἐπιφανείας τῶν Τυρρηνῶν ταῦτα καὶ ἔτι τὰ τοῖς Καιρετανοῖς πραχθέντα ... καὶ γὰρ τοὺς ἑλόντας τὴν Ῥώμην Γαλάτας κατεπολέμησαν ἀπιοῦσιν ἐπιθέμενοι κατὰ Σαβίνους, καὶ παρ᾽ ἑκόντων ἔλαβον Ῥωμαίων ἐκεῖνοι λάφυρα ἄκοντας ἀφείλοντο: πρὸς δὲ τούτοις τοὺς καταφυγόντας παρ᾽ αὐτοὺς ἐκ τῆς Ῥώμης ἔσωσαν καὶ τὸ ἀθάνατον πῦρ καὶ τὰς τῆς Ἑστίας [p. 302] ἱερείας. οἱ μὲν οὖν Ῥωμαῖοι διὰ τοὺς τότε φαύλως διοικοῦντας τὴν πόλιν οὐχ ἱκανῶς ἀπομνημονεῦσαι τὴν χάριν αὐτοῖς δοκοῦσι: πολιτείαν γὰρ δόντες οὐκ ἀνέγραψαν εἰς τοὺς πολίτας, ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς μὴ μετέχοντας τῆς ἰσονομίας εἰς τὰς δέλτους ἐξώριζον τὰς Καιρετανῶν. παρὰ δὲ τοῖς Ἕλλησιν εὐδοκίμησεν πόλις αὕτη διά τε ἀνδρείαν καὶ δικαιοσύνην: τῶν τε γὰρ λῃστηρίων ἀπέσχετο καίπερ δυναμένη πλεῖστον, καὶ Πυθοῖ τὸν Ἀγυλλαίων καλούμενον ἀνέθηκε θησαυρόν. Ἄγυλλα γὰρ ὠνομάζετο τὸ πρότερον νῦν Καιρέα, καὶ λέγεται Πελασγῶν κτίσμα τῶν ἐκ Θετταλίας ἀφιγμένων: τῶν δὲ Λυδῶν, οἵπερ Τυρρηνοὶ μετωνομάσθησαν, ἐπιστρατευσάντων τοῖς Ἀγυλλαίοις, προσιὼν τῷ τείχει τις ἐπυνθάνετο τοὔνομα τῆς πόλεως, τῶν δ᾽ ἀπὸ τοῦ τείχους Θετταλῶν τινος ἀντὶ τοῦ ἀποκρίνασθαι προσαγορεύσαντος αὐτὸνχαῖρε,’ δεξάμενοι τὸν οἰωνὸν οἱ Τυρρηνοὶ τοῦτον ἁλοῦσαν τὴν πόλιν μετωνόμασαν. δὲ οὕτω λαμπρὰ καὶ ἐπιφανὴς πόλις νῦν ἴχνη σώζει μόνον, εὐανδρεῖ δ᾽ αὐτῆς μᾶλλον τὰ πλησίον θερμά, καλοῦσι Καιρετανά, διὰ τοὺς φοιτῶντας θεραπείας χάριν. [4]

τοὺς δὲ Πελασγούς, ὅτι μὲν ἀρχαῖόν τι φῦλον κατὰ τὴν Ἑλλάδα πᾶσαν ἐπιπολάσαν καὶ μάλιστα παρὰ τοῖς Αἰολεῦσι τοῖς κατὰ Θετταλίαν, ὁμολογοῦσιν ἅπαντες σχεδόν τι. νομίζειν δέ φησιν Ἔφορος τὸ ἀνέκαθεν Ἀρκάδας ὄντας ἑλέσθαι στρατιωτικὸν βίον, εἰς δὲ τὴν αὐτὴν ἀγωγὴν προτρέποντας πολλοὺς ἅπασι τοῦ ὀνόματος μεταδοῦναι καὶ πολλὴν ἐπιφάνειαν κτήσασθαι καὶ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς ἄλλοις, παρ᾽ ὅσους ποτὲ ἀφιγμένοι τετυχήκασι. καὶ γὰρ τῆς Κρήτης ἔποικοι γεγόνασιν, ὥς φησιν Ὅμηρος: λέγει γοῦν Ὀδυσσεὺς πρὸς Πηνελόπηνἄλλη δ᾽ ἄλλων [p. 303] γλῶσσα μεμιγμένη: ἐν μὲν Ἀχαιοί, ἐν δ᾽ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάικες, δῖοί τε Πελασγοί.’ καὶ τὸ Πελασγικὸν Ἄργος Θετταλία λέγεται, τὸ μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ Πίνδον, διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς. τόν τε Δία τὸν Δωδωναῖον αὐτὸς ποιητὴς ὀνομάζει ΠελασγικόνΖεῦ ἄνα, Δωδωναῖε, Πελασγικέ.’ πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν, ὡς καὶ μέχρι δεῦρο ἐπαρξάντων: Πελασγούς τε πολλοὺς καὶ τῶν ἡρώων ὄνομα καλέσαντες, οἱ ὕστερον ἀπ᾽ ἐκείνων πολλὰ τῶν ἐθνῶν ἐπώνυμα πεποιήκασι: καὶ γὰρ τὴν Λέσβον Πελασγίαν εἰρήκασι, καὶ τοῖς ἐν τῇ Τρῳάδι Κίλιξιν Ὅμηρος εἴρηκε τοὺς ὁμόρους ΠελασγούςἹππόθοος δ᾽ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων, τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον.’ τῷ δ᾽ Ἐφόρῳ τοῦ ἐξ Ἀρκαδίας εἶναι τὸ φῦλον τοῦτο ἦρξεν Ἡσίοδος. φησὶ γάρυἱεῖς ἐξεγένοντο Λυκάονος ἀντιθέοιο, ὅν ποτε τίκτε Πελασγός.’ Αἰσχύλος δ᾽ ἐκ τοῦ περὶ Μυκήνας Ἄργους φησὶν ἐν Ἱκέτισι καὶ Δαναΐσι τὸ γένος αὐτῶν. καὶ τὴν Πελοπόννησον δὲ Πελασγίαν φησὶν Ἔφορος κληθῆναι, καὶ Εὐριπίδης δ᾽ ἐν Ἀρχελάῳ φησὶν ὅτιΔαναὸς πεντήκοντα θυγατέρων πατὴρ ἐλθὼν ἐς Ἄργος ᾤκισ᾽ Ἰνάχου πόλιν, Πελασγιώτας δ᾽ ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ᾽ ἀν᾽ Ἑλλάδα.’ Ἀντικλείδης δὲ πρώτους φησὶν αὐτοὺς τὰ περὶ Λῆμνον καὶ Ἴμβρον κτίσαι, καὶ δὴ τούτων τινὰς καὶ μετὰ Τυρρηνοῦ τοῦ Ἄτυος εἰς τὴν Ἰταλίαν συνᾶραι. καὶ οἱ τὴν Ἀτθίδα συγγράψαντες ἱστοροῦσι περὶ τῶν Πελασγῶν ὡς καὶ Ἀθήνησι γενομένων1, διὰ δὲ [p. 304] τὸ πλανήτας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφ᾽ οὓς ἔτυχε τόπους Πελαργοὺς ὑπὸ τῶν Ἀττικῶν κληθῆναι. [5]

τῆς δὲ Τυρρηνίας μῆκος μὲν τὸ μέγιστον εἶναί φασι τὴν παραλίαν ἀπὸ Λούνης μέχρι Ὠστίων δισχιλίων που καὶ πεντακοσίων σταδίων, πλάτος δὲ τοῦ ἡμίσους ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν. εἰς μὲν οὖν Πίσας ἀπὸ Λούνης πλείους τῶν τετρακοσίων σταδίων εἰσίν, ἐντεῦθεν δ᾽ εἰς Ὀυολατέρρας διακόσιοι ὀγδοήκοντα, πάλιν δ᾽ ἐνθένδε εἰς Ποπλώνιον διακόσιοι ἑβδομήκοντα, ἐκ δὲ Ποπλωνίου εἰς Κόσαν ἐγγὺς ὀκτακόσιοι, οἱ δὲ ἑξακόσιοι φασί ... Πολύβιος δ᾽ οὐκ εὖ καὶ τοὺς πάντας χιλίους τριακοσίους τριάκοντα λέγει. τούτων δ᾽ μὲν Λοῦνα πόλις ἐστὶ καὶ λιμήν, καλοῦσι δ᾽ οἱ Ἕλληνες Σελήνης λιμένα καὶ πόλιν. μὲν οὖν πόλις οὐ μεγάλη, δὲ λιμὴν μέγιστός τε καὶ κάλλιστος, ἐν αὑτῷ περιέχων πλείους λιμένας ἀγχιβαθεῖς πάντας, οἷον ἂν γένοιτο ὁρμητήριον θαλαττοκρατησάντων ἀνθρώπων τοσαύτης μὲν θαλάττης τοσοῦτον δὲ χρόνον. περικλείεται δ᾽ λιμὴν ὄρεσιν ὑψηλοῖς, ἀφ᾽ ὧν τὰ πελάγη κατοπτεύεται καὶ Σαρδὼ καὶ τῆς ᾐόνος ἑκατέρωθεν πολὺ μέρος. μέταλλα δὲ λίθου λευκοῦ τε καὶ ποικίλου γλαυκίζοντος τοσαῦτά τ᾽ ἐστὶ καὶ τηλικαῦτα, μονολίθους ἐκδιδόντα πλάκας καὶ στύλους, ὥστε τὰ πλεῖστα τῶν ἐκπρεπῶν ἔργων τῶν ἐν τῇ Ῥώμῃ καὶ ταῖς ἄλλαις πόλεσιν ἐντεῦθεν ἔχειν τὴν χορηγίαν: καὶ γὰρ εὐεξάγωγός ἐστιν λίθος, τῶν μετάλλων ὑπερκειμένων τῆς θαλάττης πλησίον, ἐκ δὲ τῆς θαλάττης διαδεχομένου τοῦ Τιβέριος τὴν κομιδήν: καὶ τὴν ξυλείαν τὴν εἰς τὰς οἰκοδομὰς σελμάτων εὐθυτάτων καὶ εὐμηκεστάτων Τυρρηνία χορηγεῖ τὴν πλείστην, τῷ ποταμῷ κατάγουσα ἐκ τῶν ὀρῶν εὐθύς. πρὸς δὲ τοῖς ὄρεσι τοῖς [p. 305] ὑπερκειμένοις τῆς Λούνης ἐστὶ πόλις Λοῦκα. μεταξὺ δὲ Λούνης καὶ Πίσης Μάκρας ἐστὶ * χωρίον, πέρατι τῆς Τυρρηνίας καὶ τῆς Λιγυστικῆς κέχρηνται τῶν συγγραφέων πολλοί. δὲ Πῖσα κτίσμα μέν ἐστι τῶν ἐν Πελοποννήσῳ Πισατῶν, οἳ μετὰ Νέστορος ἐπὶ Ἴλιον στρατεύσαντες κατὰ τὸν ἀνάπλουν ἐπλανήθησαν, οἱ μὲν εἰς τὸ Μεταπόντιον οἱ δ᾽ εἰς τὴν Πισᾶτιν, ἅπαντες Πύλιοι καλούμενοι. δυεῖν δὲ ποταμῶν κεῖται μεταξὺ κατ᾽ αὐτὴν τὴν συμβολήν, Ἄρνου τε καὶ Αὔσαρος, ὧν μὲν ἐξ Ἀρρητίου φέρεται πολύς, οὐχὶ πᾶς, ἀλλὰ τριχῆ σχισθείς, δ᾽ ἐκ τῶν Ἀπεννίνων ὀρῶν: συμπεσόντες δ᾽ εἰς ἓν ῥεῖθρον μετεωρίζουσιν ἀλλήλους ταῖς ἀντικοπαῖς ἐπὶ τοσοῦτον ὥστε τοὺς ἐπὶ τῶν ᾐόνων ἑστῶτας ἀμφοτέρων μηδέτερον ὑπὸ θατέρου καθορᾶσθαι, ὥστ᾽ ἀνάγκη δυσανάπλωτα ἐκ θαλάττης εἶναι: στάδιοι δ᾽ εἰσὶ τοῦ ἀνάπλου περὶ εἴκοσι. μυθεύουσι δ᾽, ὅτε πρῶτον ἐκ τῶν ὀρῶν οἱ ποταμοὶ κατεφέροντο οὗτοι, κωλυομένους ὑπὸ τῶν ἐπιχωρίων μὴ συμπεσόντες εἰς ἓν κατακλύζοιεν τὴν χώραν, ὑποσχέσθαι μὴ κατακλύσειν, καὶ φυλάξαι τὴν πίστιν. δοκεῖ δ᾽ πόλις εὐτυχῆσαί ποτε, καὶ νῦν οὐκ ἀδοξεῖ διά τε εὐκαρπίαν καὶ τὰ λιθουργεῖα καὶ τὴν ὕλην τὴν ναυπηγήσιμον, τὸ μὲν παλαιὸν ἐχρῶντο πρὸς τοὺς κατὰ θάλατταν κινδύνους: καὶ γὰρ μαχιμώτεροι Τυρρηνῶν ὑπῆρξαν, καὶ παρώξυναν αὐτοὺς οἱ Λίγυες πονηροὶ γείτονες παρὰ πλευρὰν ὄντες: νῦν δὲ τὸ πλέον εἰς τὰς οἰκοδομὰς ἀναλίσκεται τὰς ἐν Ῥώμῃ κἀν ταῖς ἐπαύλεσι βασίλεια κατασκευαζομένων Περσικά. [6]

τῶν δὲ Ὀυολατερρανῶν μὲν χώρα κλύζεται τῇ θαλάττῃ, τὸ δὲ κτίσμα ἐν φάραγγι βαθείᾳ λόφος ἐστὶν ὑψηλὸς περίκρημνος πάντη τὴν κορυφὴν ἐπίπεδος, ἐφ᾽ ἵδρυται τὸ τεῖχος τῆς πόλεως. δ᾽ ἐπ᾽ αὐτὴν [p. 306] ἀνάβασις πεντεκαίδεκα σταδίων ἐστὶν ἀπὸ τῆς βάσεως, ὀξεῖα πᾶσα καὶ χαλεπή. ἐνταῦθα συνέστησαν τινὲς τῶν Τυρρηνῶν καὶ τῶν προγεγραμμένων ὑπὸ Σύλλα: πληρώσαντες δὲ τέτταρα τάγματα στρατιᾶς διετῆ χρόνον ἐπολιορκήθησαν, εἶθ᾽ ὑπόσπονδοι παρεχώρησαν τοῦ τόπου. τὸ δὲ Ποπλώνιον ἐπ᾽ ἄκρας ὑψηλῆς ἵδρυται κατερρωγυίας εἰς τὴν θάλατταν καὶ χερρονησιζούσης, πολιορκίαν καὶ αὐτὸ δεδεγμένον περὶ τοὺς αὐτοὺς καιρούς. τὸ μὲν οὖν πολίχνιον πᾶν ἔρημόν ἐστι πλὴν τῶν ἱερῶν καὶ κατοικιῶν ὀλίγων, τὸ δ᾽ ἐπίνειον οἰκεῖται βέλτιον, πρὸς τῇ ῥίζῃ τοῦ ὄρους λιμένιον ἔχον καὶ νεωσοίκους δύο: καὶ δοκεῖ μοι μόνη τῶν Τυρρηνίδων τῶν παλαιῶν αὕτη πόλεων ἐπ᾽ αὐτῇ τῇ θαλάττῃ ἱδρῦσθαι: αἴτιον δ᾽ ἐστὶ τὸ τῆς χώρας ἀλίμενον: διόπερ παντάπασιν ἔφευγον οἱ κτίσται τὴν θάλατταν προεβάλλοντο ἐρύματα πρὸ αὐτῆς, ὥστε μὴ λάφυρον ἕτοιμον ἐκκεῖσθαι τοῖς ἐπιπλεύσασιν. ἔστι δὲ καὶ θυννοσκοπεῖον ὑπὸ τῇ ἄκρᾳ. κατοπτεύεται δ᾽ ἀπὸ τῆς πόλεως πόρρωθεν μὲν καὶ μόλις Σαρδώ, ἐγγυτέρω δ᾽ Κύρνος ἑξήκοντά πως διέχουσα τῆς Σαρδόνος σταδίους, πολὺ δὲ μᾶλλον τούτων Αἰθαλία, προσεχεστέρα τῇ ἠπείρῳ ἐστὶν ὅσον τριακοσίους διέχουσα σταδίους, ὅσους καὶ τῆς Κύρνου διέχει. ἄριστον δ᾽ ἀφετήριον τοῦτο τὸ χωρίον ἐστὶν ἐπὶ τὰς τρεῖς τὰς λεχθείσας νήσους. εἴδομεν δὲ καὶ ταύτας ἡμεῖς ἀναβάντες ἐπὶ τὸ Ποπλώνιον καὶ μέταλλά τινα ἐν τῇ χώρᾳ ἐκλελειμμένα. εἴδομεν δὲ καὶ τοὺς ἐργαζομένους τὸν σίδηρον τὸν ἐκ τῆς Αἰθαλίας κομιζόμενον: οὐ γὰρ δύναται συλλιπαίνεσθαι καμινευόμενος ἐν τῇ νήσῳ, κομίζεται δ᾽ εὐθὺς ἐκ τῶν μετάλλων εἰς τὴν ἤπειρον. τοῦτό τε δὴ παράδοξον νῆσος ἔχει καὶ τὸ τὰ ὀρύγματα ἀναπληροῦσθαι πάλιν τῷ χρόνῳ τὰ μεταλλευθέντα, [p. 307] καθάπερ τοὺς πλαταμῶνάς φασι τοὺς ἐν Ῥόδῳ καὶ τὴν ἐν Πάρῳ πέτραν τὴν μάρμαρον καὶ τὰς ἐν Ἰνδοῖς ἅλας, ἅς φησι Κλείταρχος. οὔτ᾽ οὖν Ἐρατοσθένης ὀρθῶς φήσας μὴ καθορᾶσθαι μήτε τὴν Κύρνον ἐκ τῆς ἠπείρου μήτε τὴν Σαρδόνα, οὔτ᾽ Ἀρτεμίδωρος φήσας ἐν χιλίοις εἶναι καὶ διακοσίοις σταδίοις πελαγίας ἀμφοτέρας. καὶ γὰρ εἴ τισιν, ἡμῖν γε οὐκ ἂν ὑπῆρξαν ὁραταὶ ἐπὶ τοσοῦτον ἐφ᾽ ὅσον σαφεῖς ἑωρῶντο, καὶ μάλιστα Κύρνος. ἔστι δὲ κατὰ τὴν Αἰθαλίαν λιμὴν Ἀργῷος ἀπὸ τῆς Ἀργοῦς, ὥς φασιν. ἐκεῖσε γὰρ πλεῦσαι τὴν τῆς Κίρκης οἴκησιν ζητοῦντα τὸν Ἰάσονα, τῆς Μηδείας ἐθελούσης ἰδεῖν τὴν θεάν: καὶ δὴ καὶ τῶν ἀποστλεγγισμάτων παγέντων, ἐποίουν οἱ Ἀργοναῦται, διαμένειν ἔτι καὶ νῦν διαποικίλους τὰς ἐπὶ τῆς ᾐόνος ψήφους. αἱ δὲ τοιαῦται μυθοποιίαι τεκμήρια τῶν λεγομένων ὑφ᾽ ἡμῶν εἰσίν, ὅτι οὐ πάντα Ὅμηρος αὐτὸς ἔπλαττεν, ἀλλ᾽ ἀκούων θρυλουμένων τῶν τοιούτων πολλῶν αὐτὸς προσετίθει μήκη διαστημάτων καὶ ἐκτοπισμῶν: καὶ καθάπερ τὸν Ὀδυσσέα εἰς τὸν ὠκεανὸν ἐξέβαλε, παραπλησίως καὶ τὸν Ἰάσονα, γενομένης καὶ τούτῳ πλάνης τινὸς κἀκείνῳ, καθάπερ καὶ Μενελάῳ. περὶ μὲν οὖν τῆς Αἰθαλίας τοσαῦτα. [7]

῾η δὲ Κύρνος ὑπὸ τῶν Ῥωμαίων καλεῖται Κορσίκα. οἰκεῖται δὲ φαύλως τραχεῖά τε οὖσα καὶ τοῖς πλείστοις μέρεσι δύσβατος τελέως ὥστε τοὺς κατέχοντας τὰ ὄρη καὶ ἀπὸ λῃστηρίων ζῶντας ἀγριωτέρους εἶναι θηρίων. ὁπόταν γοῦν ὁρμήσωσιν οἱ τῶν Ῥωμαίων στρατηγοὶ καὶ προσπεσόντες τοῖς ἐρύμασι πολὺ πλῆθος ἕλωσι, τῶν ἀνδραπόδων ὁρᾶν ἔστιν ἐν τῇ Ῥώμῃ καὶ θαυμάζειν ὅσον ἐμφαίνεται τὸ θηριῶδες καὶ τὸ βοσκηματῶδες ἐν αὐτοῖς: γὰρ οὐχ ὑπομένουσι ζῆν ζῶντες ἀπαθείᾳ καὶ ἀναισθησίᾳ τοὺς [p. 308] ὠνησαμένους ἐπιτρίβουσιν, ὥστε καίπερ τὸ τυχὸν καταβαλοῦσιν ὑπὲρ αὐτῶν ὅμως μεταμέλειν. ἔστι δ᾽ ὅμως οἰκήσιμά τινα μέρη καὶ πολίσματά που Βλησίνων τε καὶ Χάραξ καὶ Ἐνικονίαι καὶ Ὀυάπανες. μῆκος δὲ τῆς νήσου φησὶν χωρογράφος μίλια ἑκατὸν ἑξήκοντα, πλάτος δὲ ἑβδομήκοντα: Σαρδόνος δὲ μῆκος διακόσια εἴκοσι, πλάτος δὲ ἐνενήκοντα ὀκτώ. κατ᾽ ἄλλους δὲ Κύρνου μὲν περίμετρος περὶ τρισχιλίους λέγεται καὶ διακοσίους σταδίους, τῆς δὲ Σαρδόνος καὶ τετρακισχιλίους. ἔστι δὲ αὐτῆς τὸ πολὺ μέρος τραχὺ καὶ οὐκ εἰρηναῖον, πολὺ δὲ καὶ χώραν ἔχον εὐδαίμονα τοῖς πᾶσι, σίτῳ δὲ καὶ διαφερόντως. πόλεις δ᾽ εἰσὶ μὲν πλείους, ἀξιόλογοι δὲ Κάραλις καὶ Σοῦλχοι. τῇ δ᾽ ἀρετῇ τῶν τόπων ἀντιτάττεταί τις καὶ μοχθηρία: νοσερὰ γὰρ νῆσος τοῦ θέρους καὶ μάλιστα ἐν τοῖς εὐκαρποῦσι χωρίοις: τὰ δ᾽ αὐτὰ ταῦτα καὶ πορθεῖται συνεχῶς ὑπὸ τῶν ὀρείων οἳ καλοῦνται Διαγησβεῖς, Ἰολαεῖς πρότερον ὀνομαζόμενοι. λέγεται γὰρ Ἰόλαος ἄγων τῶν παίδων τινὰς τοῦ Ἡρακλέους ἐλθεῖν δεῦρο καὶ συνοικῆσαι τοῖς τὴν νῆσον ἔχουσι βαρβάροις: Τυρρηνοὶ δ᾽ ἦσαν: ὕστερον δὲ Φοίνικες ἐπεκράτησαν οἱ ἐκ Καρχηδόνος, καὶ μετὰ τούτων Ῥωμαίοις ἐπολέμουν: καταλυθέντων δὲ ἐκείνων πάνθ᾽ ὑπὸ Ῥωμαίοις ὑπῆρξε. τέτταρα δ᾽ ἐστὶ τῶν ὀρείων ἔθνη, Πάρατοι Σοσσινάτοι Βάλαροι Ἀκώνιτες, ἐν σπηλαίοις οἰκοῦντες, εἰ δέ τινα ἔχουσι γῆν σπόριμον, οὐδὲ ταύτην ἐπιμελῶς σπείροντες, ἀλλὰ τὰς τῶν ἐργαζομένων καθαρπάζοντες, τοῦτο μὲν τῶν αὐτόθι τοῦτο δ᾽ ἐπιπλέοντες τοῖς ἐν τῇ περαίᾳ, Πισάταις μάλιστα. οἱ δὲ πεμπόμενοι στρατηγοὶ τὰ μὲν ἀντέχουσι, πρὸς δ᾽ ἀπαυδῶσιν, ἐπειδὰν μὴ λυσιτελῇ τρέφειν συνεχῶς ἐν τόποις νοσεροῖς στρατόπεδον. λείπεται δὲ στρατηγεῖν τέχνας τινάς: καὶ δὴ τηρήσαντες ἔθος τι [p. 309] τῶν βαρβάρωνπανηγυρίζουσι γὰρ ἐπὶ πλείους ἡμέρας ἀπὸ τῆς λεηλασίας), ἐπιτίθενται τότε καὶ χειροῦνται πολλούς. γίνονται δ᾽ ἐνταῦθα οἱ τρίχα φύοντες αἰγείαν ἀντ᾽ ἐρέας κριοί, καλούμενοι δὲ μούσμωνες, ὧν ταῖς δοραῖς θωρακίζονται. χρῶνται δὲ πέλτῃ καὶ ξιφιδίῳ. [8]

᾿απὸ πάσης δὲ τῆς μεταξὺ Ποπλωνίου καὶ Πίσης ἱκανῶς αἱ νῆσοι κατοπτεύονται: ἐπιμήκεις δ᾽ εἰσὶ καὶ παράλληλοι σχεδὸν αἱ τρεῖς ἐπὶ νότον καὶ Λιβύην τετραμμέναι: πολὺ μέντοι τῷ μεγέθει λείπεται τῶν ἄλλων Αἰθαλία. ἀπό τε τῆς Λιβύης τὸ ἐγγυτάτω δίαρμά φησιν χωρογράφος εἰς τὴν Σαρδὼ μίλια τριακόσια. μετὰ δὲ τὸ Ποπλώνιον Κόσαι πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης: ἔστι δ᾽ ἐν κόλπῳ βουνὸς ὑψηλός, ἐφ᾽ οὗ τὸ κτίσμα: ὑπόκειται δ᾽ Ἡρακλέους λιμὴν καὶ πλησίον λιμνοθάλαττα καὶ παρὰ τὴν ἄκραν τὴν ὑπὲρ τοῦ κόλπου θυννοσκοπεῖον. ἀκολουθεῖ γὰρ θύννος οὐ τῇ βαλάνῳ μόνον, ἀλλὰ καὶ τῇ πορφύρᾳ παρὰ γῆν, ἀρξάμενος ἀπὸ τῆς ἔξω θαλάττης μέχρι καὶ Σικελίας. ἀπὸ δὲ τῶν Κοσῶν εἰς Ὤστια παραπλέουσι πολίχνιά ἐστι Γραουίσκοι καὶ Πύργοι καὶ Ἄλσιον καὶ Φρεγῆνα. εἰς μὲν δὴ Γραουίσκους στάδιοι τριακόσιοι, ἐν δὲ τῷ μεταξὺ τόπος ἐστὶ καλούμενος Ῥηγισουίλλα: ἱστόρηται δὲ γενέσθαι τοῦτο βασίλειον Μάλεω τοῦ Πελασγοῦ, ὅν φασι δυναστεύσαντα ἐν τοῖς τόποις μετὰ τῶν συνοίκων Πελασγῶν ἀπελθεῖν ἐνθένδε εἰς Ἀθήνας: τούτου δ᾽ εἰσὶ τοῦ φύλου καὶ οἱ τὴν Ἄγυλλαν κατεσχηκότες. ἀπὸ δὲ Γραουίσκων εἰς Πύργους μικρὸν ἐλάττους τῶν ἑκατὸν ὀγδοήκοντα, ἔστι δ᾽ ἐπίνειον τῶν Καιρετανῶν ἀπὸ τριάκοντα σταδίων. ἔχει δὲ Εἰληθυίας ἱερόν, Πελασγῶν ἵδρυμα, πλούσιόν ποτε γενόμενον: ἐσύλησε δ᾽ αὐτὸ Διονύσιος τῶν Σικελιωτῶν τύραννος κατὰ τὸν [p. 310] πλοῦν τὸν ἐπὶ Κύρνον. ἀπὸ δὲ τῶν Πύργων εἰς Ὤστια διακόσιοι ἑξήκοντα: ἐν δὲ τῷ μεταξὺ τὸ Ἄλσιον καὶ Φρεγῆνα. περὶ μὲν τῆς παραλίας τῆς Τυρρηνικῆς ταῦτα. [9]

᾿εν δὲ τῇ μεσογαίᾳ πόλεις πρὸς ταῖς εἰρημέναις Ἀρρήτιόν τε καὶ Περουσία καὶ Ὀυολσίνιοι καὶ Σούτριον: πρὸς δὲ ταύταις πολίχναι συχναί, Βλήρα τε καὶ Φερεντῖνον καὶ Φαλέριοι καὶ Φαλίσκον καὶ Νεπήτα καὶ Στατωνία καὶ ἄλλαι πλείους, αἱ μὲν ἐξ ἀρχῆς συνεστῶσαι, τινὲς δὲ τῶν Ῥωμαίων οἰκισάντων ταπεινωσάντων, καθάπερ τοὺς Ὀυηίους πολεμήσαντας πολλάκις καὶ τὰς Φιδήνας. ἔνιοι δ᾽ οὐ Τυρρηνούς φασι τοὺς Φαλερίους ἀλλὰ Φαλίσκους, ἴδιον ἔθνος: τινὲς δὲ καὶ τοὺς Φαλίσκους πόλιν ἰδιόγλωσσον: οἱ δὲ Αἰκουουμφαλίσκον λέγουσιν ἐπὶ τῇ Φλαμινίᾳ ὁδῷ κείμενον μεταξὺ Ὀκρίκλων καὶ Ῥώμης. ὑπὸ δὲ τῷ Σωράκτῳ ὄρει Φερωνία πόλις ἐστίν, ὁμώνυμος ἐπιχωρίᾳ τινὶ δαίμονι τιμωμένῃ σφόδρα ὑπὸ τῶν περιοίκων, ἧς τέμενός ἐστιν ἐν τῷ τόπῳ θαυμαστὴν ἱεροποιίαν ἔχον: γυμνοῖς γὰρ ποσὶ διεξίασιν ἀνθρακιὰν καὶ σποδιὰν μεγάλην οἱ κατεχόμενοι ὑπὸ τῆς δαίμονος ταύτης ἀπαθεῖς, καὶ συνέρχεται πλῆθος ἀνθρώπων ἅμα τῆς τε πανηγύρεως χάριν, συντελεῖται κατ᾽ ἔτος, καὶ τῆς λεχθείσης θέας. μάλιστα δ᾽ ἐστὶν ἐν μεσογαίᾳ τὸ Ἀρρήτιον πρὸς τοῖς ὄρεσιν. ἀπέχει γοῦν τῆς Ῥώμης χιλίους καὶ διακοσίους σταδίους, τὸ δὲ Κλούσιον ὀκτακοσίους: ἐγγὺς δὲ τούτων ἐστὶ καὶ Περουσία. προσλαμβάνουσι δὲ πρὸς τὴν εὐδαιμονίαν τῆς χώρας καὶ λίμναι μεγάλαι τε καὶ πολλαὶ οὖσαι: καὶ γὰρ πλέονται καὶ τρέφουσιν ὄψον πολὺ καὶ τῶν πτηνῶν τὰ λιμναῖα: τύφη τε καὶ πάπυρος ἀνθήλη τε πολλὴ κατακομίζεται ποταμοῖς εἰς τὴν Ῥώμην, οὓς ἐκδιδόασιν αἱ λίμναι μέχρι τοῦ Τιβέρεως: [p. 311] ὧν ἐστιν τε Κιμινία καὶ περὶ Ὀυολσινίους καὶ περὶ Κλούσιον καὶ ἐγγυτάτω τῆς Ῥώμης καὶ τῆς θαλάττης Σαβάτα: ἀπωτάτω δὲ καὶ δὴ πρὸς Ἀρρητίῳ Τρασουμέννα, καθ᾽ ἣν αἱ ἐκ τῆς Κελτικῆς εἰς τὴν Τυρρηνίαν εἰσβολαὶ στρατοπέδοις, αἷσπερ καὶ Ἀννίβας ἐχρήσατο, δυεῖν οὐσῶν, ταύτης τε καὶ τῆς ἐπ᾽ Ἀριμίνου διὰ τῆς Ὀμβρικῆς. βελτίων μὲν οὖν ἐπ᾽ Ἀριμίνου: ταπεινοῦται γὰρ ἐνταῦθα ἱκανῶς τὰ ὄρη: φρουρουμένων δὲ τῶν παρόδων τούτων ἐπιμελῶς, ἠναγκάσθη τὴν χαλεπωτέραν ἑλέσθαι, καὶ ἐκράτησεν ὅμως νικήσας μάχας μεγάλας Φλαμίνιον. πολλὴ δὲ καὶ τῶν θερμῶν ὑδάτων ἀφθονία κατὰ τὴν Τυρρηνίαν2: οὐχ ἧττον δ᾽ εὐανδρεῖ τῶν ἐν Βαΐαις, διωνόμασται πολὺ πάντων μάλιστα. [10]

τῇ δὲ Τυρρηνίᾳ παραβέβληται κατὰ τὸ πρὸς ἕω μέρος Ὀμβρική, τὴν ἀρχὴν ἀπὸ τῶν Ἀπεννίνων λαβοῦσα, καὶ ἔτι περαιτέρω μέχρι τοῦ Ἀδρίου. ἀπὸ γὰρ δὴ Ῥαουέννης ἀρξάμενοι κατέχουσιν οὗτοι τὰ πλησίον καὶ ἐφεξῆς Σάρσιναν Ἀρίμινον Σήναν καὶ Μάρινον. αὐτοῦ δ᾽ ἐστὶ καὶ Αἶσις ποταμὸς καὶ τὸ Κίγγουλον ὄρος καὶ Σεντῖνον καὶ Μέταυρος ποταμὸς καὶ τὸ ἱερὸν τῆς Τύχης. περὶ γὰρ τούτους τοὺς τόπους ἐστὶ τὰ ὅρια τῆς Ἰταλίας τῆς πρότερον καὶ τῆς Κελτικῆς κατὰ τὸ πρὸς τῇ θαλάττῃ ταύτῃ μέρος, καίπερ μετατιθέντων πολλάκις τῶν ἡγεμόνων. πρότερον μέν γε τὸν Αἶσιν ἐποιοῦντο ὅριον, πάλιν δὲ τὸν Ῥουβίκωνα ποταμόν. ἔστι δ᾽ μὲν Αἶσις μεταξὺ Ἀγκῶνος καὶ Σήνας, δὲ Ῥουβίκων μεταξὺ Ἀριμίνου καὶ Ῥαουέννης, ἄμφω δ᾽ ἐκπίπτουσιν εἰς τὸν Ἀδρίαν. νυνὶ δὲ συμπάσης τῆς μέχρι Ἄλπεων ἀποδειχθείσης Ἰταλίας, τούτους [p. 312] μὲν τοὺς ὅρους ἐᾶν δεῖ, τὴν δ᾽ Ὀμβρικὴν καθ᾽ αὑτὴν οὐδὲν ἧττον μέχρι καὶ Ῥαουέννης ὁμολογοῦσιν ἅπαντες διατείνειν: οἰκεῖται γὰρ ὑπὸ τούτων. εἰς μὲν δὴ Ἀρίμινον ἐνθένδε περὶ τριακοσίους φασίν, ἐκ δὲ Ἀριμίνου τὴν ἐπὶ Ῥώμης ἰόντι κατὰ τὴν Φλαμινίαν ὁδὸν διὰ τῆς Ὀμβρικῆς ἅπασα ὁδός ἐστι μέχρι Ὀκρίκλων καὶ τοῦ Τιβέρεως σταδίων πεντήκοντα καὶ τριακοσίων ἐπὶ τοῖς χιλίοις. τοῦτο μὲν δὴ μῆκος, τὸ δὲ πλάτος ἀνώμαλόν ἐστι. πόλεις δ᾽ εἰσὶν αἱ ἐντὸς τῶν Ἀπεννίνων ὀρῶν ἄξιαι λόγου κατ᾽ αὐτὴν μὲν τὴν Φλαμινίαν ὁδὸν οἵ τε Ὀκρίκλοι πρὸς τῷ Τιβέρει καὶ * λαρολονι καὶ Ναρνία, δι᾽ ἧς ῥεῖ Νὰρ ποταμός, συμβάλλων τῷ Τιβέρει μικρὸν ὑπὲρ Ὀκρίκλων, πλωτὸς οὐ μεγάλοις σκάφεσιν: εἶτα Κάρσουλοι καὶ Μηουανία, παρ᾽ ἣν ῥεῖ Τενέας, καὶ οὗτος ἐλάττοσι σκάφεσι κατάγων ἐπὶ τὸν Τίβεριν τὰ ἐκ τοῦ πεδίου. καὶ ἄλλαι δ᾽ εἰσὶ κατοικίαι διὰ τὴν ὁδὸν πληθυνόμεναι μᾶλλον διὰ πολιτικὸν σύστημα, Φόρον Φλαμίνιον καὶ Νουκερία τὰ ξύλινα ἀγγεῖα ἐργαζομένη καὶ Φόρον Σεμπρώνιον. ἐν δεξιᾷ δὲ τῆς ὁδοῦ βαδίζοντι ἐκ τῶν Ὀκρίκλων εἰς Ἀρίμινον Ἰντέραμνά ἐστι καὶ Σπολήτιον καὶ Αἴσιον καὶ Καμέρτης, ἐν αὐτοῖς τοῖς ὁρίζουσι τὴν Πικεντίνην ὄρεσι. κατὰ δὲ θάτερα μέρη Ἀμερία τε καὶ Τοῦδερ εὐερκὴς πόλις, καὶ Εἰσπέλλον καὶ Ἰγούιον, πλησίον τοῦτο ἤδη τῶν ὑπερβολῶν τοῦ ὄρους. ἅπασα δ᾽ εὐδαίμων χώρα, μικρῷ δ᾽ ὀρειοτέρα, ζειᾷ μᾶλλον πυρῷ τοὺς ἀνθρώπους τρέφουσα: ὀρεινὴ δὲ καὶ Σαβίνη ἐφεξῆς οὖσα ταύτῃ, παραβεβλημένη τὸν αὐτὸν τρόπον ὅνπερ αὕτη τῇ Τυρρηνικῇ: καὶ τῆς Λατίνης δὲ ὅσα πλησιάζει τούτοις τε καὶ τοῖς Ἀπεννίνοις ὄρεσι τραχύτερά ἐστιν. ἄρχεται μὲν οὖν τὰ δύο ἔθνη ταῦτα ἀπὸ τοῦ Τιβέρεως καὶ τῆς Τυρρηνίας, ἐκτείνεται δὲ ἐπὶ τὰ Ἀπέννινα ὄρη [p. 313] πρὸς τῷ Ἀδρίᾳ λοξὰ παρεμβάλλοντα, δὲ Ὀμβρικὴ καὶ παραλλάττουσα, ὡς εἴρηται, μέχρι τῆς θαλάττης. περὶ μὲν οὖν τῶν Ὀμβρικῶν ἱκανῶς εἴρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: