previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

τοσούτοις δὲ τῆς προειρημένης χώρας ἀγαθοῖς κεχορηγημένης, οὐχ ἥκιστα, ἀλλὰ καὶ μάλιστα ἀποδέξαιτ᾽ ἄν τις καὶ θαυμάσειε τὸ περὶ τὰς μεταλλείας εὐφυές: ἅπασα μὲν γὰρ μεστὴ τῶν τοιούτων ἐστὶν τῶν Ἰβήρων χώρα, οὐ πᾶσα δ᾽ εὔκαρπος οὐδ᾽ εὐδαίμων οὕτως καὶ μάλιστα τῶν μετάλλων εὐποροῦσα. σπάνιον δ᾽ ἐν ἀμφοτέροις εὐτυχεῖν, σπάνιον δὲ καὶ τὸ τὴν αὐτὴν ἐν ὀλίγῳ χωρίῳ παντοίοις πληθύνειν μετάλλοις. δὲ Τουρδητανία καὶ προσεχὴς αὐτῇ λόγον οὐδένα ἄξιον καταλείπει περὶ τήνδε τὴν ἀρετὴν τοῖς ἐπαινεῖν βουλομένοις. οὔτε γὰρ χρυσός, οὐκ ἄργυρος, οὐδὲ δὴ χαλκός, οὐδὲ σίδηρος οὐδαμοῦ τῆς γῆς οὔτε τοσοῦτος οὔθ᾽ οὕτως ἀγαθὸς ἐξήτασται γεννώμενος μέχρι νῦν. δὲ χρυσὸς οὐ μεταλλεύεται μόνον ἀλλὰ καὶ σύρεται: καταφέρουσι δ᾽ οἱ ποταμοὶ καὶ οἱ χείμαρροι τὴν χρυσῖτιν ἄμμον, πολλαχοῦ καὶ ἐν τοῖς ἀνύδροις τόποις οὖσαν, ἀλλ᾽ ἐκεῖ μὲν ἀφανής ἐστιν, ἐν δὲ τοῖς ἐπικλύστοις ἀπολάμπει τὸ τοῦ χρυσοῦ ψῆγμα: καὶ τοὺς ἀνύδρους δὲ φορητῷ ἐπικλύζοντες ὕδατι στιλπνὸν ποιοῦσι τὸ ψῆγμα, καὶ φρέατα δ᾽ ὀρύσσοντες καὶ ἄλλας τέχνας ἐπινοοῦντες πλύσει τῆς ἄμμου τὸν χρυσὸν ἐκλαμβάνουσι, καὶ πλείω τῶν χρυσωρυχείων ἐστὶ νῦν τὰ χρυσοπλύσια προσαγορευόμενα. ἀξιοῦσι δὲ Γαλάται κράτιστα παρ᾽ ἑαυτοῖς εἶναι τὰ μέταλλα τά τε ἐν τῷ Κεμμένῳ ὄρει καὶ τὰ ὑπ᾽ αὐτῇ κείμενα τῇ Πυρήνῃ: τὸ μέντοι πλέον τἀντεῦθεν εὐδοκιμεῖ. ἐν δὲ τοῖς ψήγμασι τοῦ χρυσίου φασὶν εὑρίσκεσθαί ποτε καὶ ἡμιλιτριαίας βώλους ἃς καλοῦσι πάλας, μικρᾶς καθάρσεως δεομένας. φασὶ δὲ καὶ λίθων σχιζομένων εὑρίσκειν βωλάρια θηλαῖς ὅμοια: ἐκ δὲ τοῦ [p. 198] χρυσοῦ ἑψομένου καὶ καθαιρομένου στυπτηριώδει τινὶ γῇ τὸ κάθαρμα ἤλεκτρον εἶναι: πάλιν δὲ τούτου καθεψομένου, μῖγμα ἔχοντος ἀργύρου καὶ χρυσοῦ, τὸν μὲν ἄργυρον ἀποκαίεσθαι τὸν δὲ χρυσὸν ὑπομένειν: εὐδιάχυτος γὰρ * τύπος καὶ λιπώδης: διὰ τοῦτο καὶ τῷ ἀχύρῳ τήκεται μᾶλλον χρυσός, ὅτι φλὸξ μαλακὴ οὖσα συμμέτρως ἔχει πρὸς τὸ εἶκον καὶ διαχεόμενον ῥᾳδίως, δὲ ἄνθραξ ἐπαναλίσκει πολὺ ὑπερτήκων τῇ σφοδρότητι καὶ ἐξαίρων. ἐν δὲ τοῖς ῥείθροις σύρεται καὶ πλύνεται πλησίον ἐν σκάφαις, ὀρύττεται φρέαρ, δὲ ἀνενεχθεῖσα γῆ πλύνεται. τὰς δὲ τοῦ ἀργύρου καμίνους ποιοῦσιν ὑψηλάς, ὥστε τὴν ἐκ τῶν βώλων λιγνὺν μετέωρον ἐξαίρεσθαι: βαρεῖα γάρ ἐστι καὶ ὀλέθριος. τῶν δὲ χαλκουργείων τινὰ καλεῖται χρυσεῖα, ἐξ ὧν τεκμαίρονται χρυσὸν ἐξ αὐτῶν ὀρύττεσθαι πρότερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: