previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[31]

᾿απὸ δὲ τοῦ Τανάιδος καὶ τῆς Μαιώτιδός ἐστι τὰ ἐντὸς τοῦ Ταύρου συνεχῆ, τούτοις δ᾽ ἑξῆς τὰ ἐκτός. διαιρουμένης γὰρ αὐτῆς ὑπὸ ὄρους τοῦ Ταύρου δίχα διατείνοντος ἀπὸ τῶν ἄκρων τῆς Παμφυλίας ἐπὶ τὴν ἑῴαν θάλατταν κατ᾽ Ἰνδοὺς καὶ τοὺς ταύτῃ Σκύθας, τὸ μὲν πρὸς τὰς ἄρκτους νενευκὸς τῆς ἠπείρου μέρος καλοῦσιν οἱ Ἕλληνες ἐντὸς τοῦ Ταύρου, τὸ δὲ πρὸς μεσημβρίαν ἐκτός: τὰ δὴ συνεχῆ τῇ Μαιώτιδι καὶ τῷ Τανάιδι μέρη τὰ ἐντὸς τοῦ Ταύρου ἐστί. τούτων δὲ τὰ πρῶτα μέρη τὰ μεταξὺ τῆς Κασπίας θαλάττης ἐστὶ καὶ τοῦ Εὐξείνου πόντου, τῇ μὲν ἐπὶ τὸν Τάναϊν καὶ τὸν ὠκεανὸν τελευτῶντα τόν τε ἔξω καὶ τὸν τῆς Ὑρκανίας θαλάττης, τῇ δ᾽ ἐπὶ τὸν ἰσθμόν, καθ᾽ [p. 174] ἐγγυτάτω ἐστὶν ἀπὸ τοῦ μυχοῦ τοῦ Πόντου ἐπὶ τὴν Κασπίαν. ἔπειτα ἐντὸς τοῦ Ταύρου τὰ ὑπὲρ τῆς Ὑρκανίας μέχρι πρὸς τὴν κατὰ Ἰνδοὺς καὶ Σκύθας τοὺς πρὸς τὴν αὐτὴν θάλατταν καὶ τὸ Ἰμάιον ὄρος. ταῦτα δ᾽ ἔχουσι τὰ μὲν οἱ Μαιῶται1 καὶ οἱ μεταξὺ τῆς Ὑρκανίας καὶ τοῦ Πόντου μέχρι τοῦ Καυκάσου καὶ Ἰβήρων καὶ Ἀλβανῶν, Σαυρομάται καὶ Σκύθαι καὶ Ἀχαιοὶ καὶ Ζυγοὶ καὶ Ἡνίοχοι, τὰ δ᾽ ὑπὲρ τῆς Ὑρκανίας θαλάττης Σκύθαι καὶ Ὑρκανοὶ καὶ Παρθυαῖοι καὶ Βάκτριοι καὶ Σογδιανοὶ καὶ τἆλλα τὰ ὑπερκείμενα μέρη τῶν Ἰνδῶν πρὸς ἄρκτον. πρὸς νότον δὲ τῆς Ὑρκανίας θαλάττης ἐκ μέρους καὶ τοῦ ἰσθμοῦ παντὸς μεταξὺ ταύτης καὶ τοῦ Πόντου τῆς τε Ἀρμενίας πλείστη κεῖται καὶ Κολχὶς καὶ Καππαδοκία σύμπασα μέχρι τοῦ Εὐξείνου πόντου καὶ τῶν Τιβαρανικῶν ἐθνῶν, ἔτι δὲ ἐντὸς Ἅλυος χώρα λεγομένη, περιέχουσα πρὸς μὲν τῷ Πόντῳ καὶ τῇ Προποντίδι Παφλαγόνας τε καὶ Βιθυνοὺς καὶ Μυσοὺς καὶ τὴν ἐφ᾽ Ἑλλησπόντῳ λεγομένην Φρυγίαν, ἧς ἐστι καὶ Τρῳάς, πρὸς δὲ τῷ Αἰγαίῳ καὶ τῇ ἐφεξῆς θαλάττῃ τήν τε Αἰολίδα καὶ τὴν Ἰωνίαν καὶ Καρίαν καὶ Λυκίαν, ἐν δὲ τῇ μεσογαίᾳ τήν τε Φρυγίαν, ἧς ἐστι μέρος τε τῶν Γαλλογραικῶν λεγομένη Γαλατία καὶ Ἐπίκτητος, καὶ Λυκάονας καὶ Λυδούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: