previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[15]

᾿εντεῦθεν δὲ πρὸς μὲν τὰ νότια μέρη πλέουσιν Λιβύη κεῖται: ταύτης δὲ τὰ δυσμικώτατα μικρῷ τῶν Γαδείρων πρόκειται μᾶλλον, εἶτ᾽ ἄκραν ποιήσαντα στενὴν ἀναχωρεῖ πρὸς ἕω καὶ νότον, καὶ πλατύνεται κατ᾽ ὀλίγον ἕως ἂν τοῖς ἑσπερίοις Αἰθίοψι συνάψῃ. οὗτοι δ᾽ ὑπόκεινται τῶν περὶ Καρχηδόνα τόπων ὕστατοι, συνάπτοντες τῇ διὰ τῆς Κινναμωμοφόρου γραμμῇ. εἰς δὲ τἀναντία πλέουσιν ἀπὸ τοῦ ἱεροῦ ἀκρωτηρίου μέχρι τῶν Ἀρτάβρων καλουμένων πλοῦς ἐστι πρὸς ἄρκτον ἐν δεξιᾷ ἔχουσι τὴν Λυσιτανίαν: εἶθ᾽ λοιπὸς πρὸς ἕω πᾶς ἀμβλεῖαν γωνίαν ποιῶν μέχρι τῶν τῆς Πυρήνης ἄκρων τῶν τελευτώντων εἰς τὸν ὠκεανόν. τούτοις δὲ τὰ ἑσπέρια τῆς Βρεττανικῆς ἀντίκειται πρὸς ἄρκτον, ὁμοίως δὲ καὶ τοῖς Ἀρτάβροις ἀντίκεινται πρὸς ἄρκτον αἱ Καττιτερίδες καλούμεναι νῆσοι πελάγιαι κατὰ τὸ Βρεττανικόν πως κλίμα ἱδρυμέναι: ὥστε δῆλον ἐφ᾽ ὅσον συνάγεται τὰ ἄκρα τῆς οἰκουμένης κατὰ μῆκος ὑπὸ τοῦ περικεχυμένου πελάγους εἰς στενόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: