previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

πρῶτον μὲν οὖν οἱ πρὸς Αἰγύπτῳ Αἰθίοπες καὶ αὐτοὶ δίχα διαιροῦνται: οἱ μὲν γὰρ ἐν τῇ Ἀσίᾳ εἰσὶν οἱ δ᾽ ἐν τῇ Λιβύῃ, οὐδὲν διαφέροντες ἀλλήλων. ἔπειθ᾽ Ὅμηρος οὐ διὰ τοῦτο διαιρεῖ τοὺς Αἰθίοπας, ὅτι τοὺς Ἰνδοὺς ᾔδει τοιούτους τινὰς τοῖς σώμασινοὐδὲ γὰρ ἀρχὴν εἰδέναι τοὺς Ἰνδοὺς εἰκὸς Ὅμηρον, ὅπου γε οὐδ᾽ Εὐεργέτης κατὰ τὸν Εὐδόξειον μῦθον ᾔδει τὰ κατὰ τὴν Ἰνδικήν, οὐδὲ τὸν πλοῦν τὸν ἐπ᾽ αὐτήν), ἀλλὰ μᾶλλον κατὰ τὴν λεχθεῖσαν ὑφ᾽ ἡμῶν πρότερον διαίρεσιν. ἐκεῖ δὲ καὶ περὶ τῆς γραφῆς τῆς Κρατητείου διῃτήσαμεν ὅτι οὐδὲν διαφέρει οὕτως ἐκείνως γράφειν: δὲ τοῦτο μὲν διαφέρειν φησί, κρεῖττον δ᾽ οὕτως εἶναι μεταθεῖναιἠμὲν ἀπερχομένου.’ τί οὖν διαφέρει τοῦτο τοῦἠμὲν δυσομένου;’ πᾶν γὰρ τὸ τμῆμα τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἐπὶ δύσιν δύσις καλεῖται, καθάπερ καὶ τὸ τοῦ ὁρίζοντος ἡμικύκλιον: ὅπερ καὶ Ἄρατος ἐπισημαίνεταιἧχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.’ εἰ δ᾽ ἐπὶ τῆς Κρατητείου γραφῆς οὕτω βέλτιον, φήσει τις καὶ ἐπὶ τῆς Ἀρισταρχείου δεῖν. τοσαῦτα καὶ πρὸς Ποσειδώνιον: πολλὰ γὰρ καὶ ἐν τοῖς καθ᾽ ἕκαστα τυγχάνει τῆς προσηκούσης διαίτης, ὅσα γεωγραφικά: ὅσα δὲ φυσικώτερα, ἐπισκεπτέον ἐν ἄλλοις οὐδὲ φροντιστέον: πολὺ γάρ ἐστι τὸ αἰτιολογικὸν παρ᾽ αὐτῷ καὶ τὸ Ἀριστοτελίζον, ὅπερ ἐκκλίνουσιν οἱ ἡμέτεροι διὰ τὴν ἐπίκρυψιν τῶν αἰτιῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: