previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[40]

᾿εν δὲ τῷ δευτέρῳ ὑπομνήματι ἀναλαβὼν πάλιν τὴν αὐτὴν ζήτησιν τὴν περὶ τῶν ὅρων τῶν κατὰ τὸν Ταῦρον, περὶ ὧν ἱκανῶς εἰρήκαμεν, μεταβαίνει πρὸς [p. 122] τὰ βόρεια μέρη τῆς οἰκουμένης: εἶτ᾽ ἐκτίθεται τὰ λεχθέντα ὑπὸ τοῦ Ἐρατοσθένους περὶ τῶν μετὰ τὸν Πόντον τόπων, ὅτι φησὶ τρεῖς ἄκρας ἀπὸ τῶν ἄρκτων καθήκειν: μίαν μὲν ἐφ᾽ ἧς Πελοπόννησος, δευτέραν δὲ τὴν Ἰταλικήν, τρίτην δὲ τὴν Λιγυστικήν, ὑφ᾽ ὧν κόλπους ἀπολαμβάνεσθαι τόν τε Ἀδριατικὸν καὶ τὸν Τυρρηνικόν. ταῦτα δ᾽ ἐκθέμενος καθόλου πειρᾶται τὰ καθ᾽ ἕκαστα περὶ αὐτῶν λεγόμενα ἐλέγχειν γεωμετρικῶς μᾶλλον γεωγραφικῶς. ἔστι δὲ τοσοῦτον τῶν ἁμαρτανομένων ἐν αὐτοῖς ὑπὸ τοῦ Ἐρατοσθένους τὸ πλῆθος, καὶ ὑπὸ Τιμοσθένους τοῦ τοὺς λιμένας συγγράψαντοςὃν ἐπαινεῖ μὲν ἐκεῖνος μάλιστα τῶν ἄλλων, διαφωνῶν δ᾽ ἐλέγχεται πρὸς αὐτὸν πλεῖστα), ὥστ᾽ οὐκ ἄξιον ἡγοῦμαι διαιτᾶν οὔτ᾽ ἐκείνους ἐπὶ τοσοῦτον διαμαρτάνοντας τῶν ὄντων, οὔτε τὸν Ἵππαρχον. καὶ γὰρ οὗτος τὰ μὲν παραλείπει τῶν ἡμαρτημένων τὰ δ᾽ οὐκ ἐπανορθοῖ, ἀλλ᾽ ἐλέγχει μόνον ὅτι ψευδῶς μαχομένως εἴρηται. αἰτιάσαιτο μὲν γὰρ καὶ τοῦτ᾽ ἂν ἴσως τις, ὅτι φησὶν ἄκρας τρεῖς τῆς Εὐρώπης, μίαν μὲν τιθεὶς τὴν ἐφ᾽ ἧς Πελοπόννησος: ἔχει γάρ τι πολυσχιδές: καὶ γὰρ τὸ Σούνιον ἀκρωτηριάζει ὁμοίως τῇ Λακωνικῇ, οὐ πολὺ ἧττον μεσημβρινώτερον ὂν τῶν Μαλεῶν καὶ κόλπον ἀπολαμβάνον ἀξιόλογον. καὶ Θρᾳκία Χερρόνησος ἀπολαμβάνει πρὸς τὸ Σούνιον τόν τε Μέλανα κόλπον καὶ τοὺς ἐφεξῆς τοὺς Μακεδονικούς. εἰ δ᾽ οὖν παρείημεν τοῦτο, καὶ τῶν διαστημάτων τὰ πλεῖστα φανερῶς ψευδογραφούμενα ἐλέγχει τὴν ἀπειρίαν τῶν τόπων ὑπερβάλλουσαν καὶ οὐ δεομένην γεωμετρικῶν ἐλέγχων, ἀλλὰ φανερῶν καὶ αὐτόθεν ἐκμαρτυρεῖσθαι δυναμένων: οἷον ὅτι ἐξ Ἐπιδάμνου πρὸς τὸν Θερμαῖον κόλπον ὑπέρβασίς ἐστι πλειόνων δισχιλίων σταδίων: δ᾽ ἐνακοσίων [p. 123] φησίν: ἐκ δὲ Ἀλεξανδρείας εἰς Καρχηδόνα ὑπὲρ μυρίους καὶ τρισχιλίους, οὐ πλείους ὄντας τῶν ἐννακισχιλίων, εἴπερ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἐστι κατὰ τοῦτον τῇ μὲν Ἀλεξανδρείᾳ Καρία καὶ Ῥόδος, τῇ δὲ Καρχηδόνι πορθμός. πάντες γὰρ ὁμολογοῦσι μὴ πλειόνων εἶναι τὸν ἐκ Καρίας ἐπὶ πορθμὸν πλοῦν σταδίων ἐνακισχιλίων: τε μεσημβρινὸς ἐν μεγάλῳ μέν τινι διαστήματι λαμβανόμενος δοθείη ἂν αὐτὸς εἶναι τοσοῦτον δυσμικώτερος πρὸς τὸν ἑωθινώτερον ὅσον Καρχηδών ἐστι τοῦ πορθμοῦ πρὸς δύσει μᾶλλον, ἐν δὲ τετρακισχιλίοις σταδίοις ἔχει καταφανῆ τὸν ἔλεγχον. δὲ καὶ τὴν Ῥώμην τιθεὶς ἐπὶ ταὐτοῦ μεσημβρινοῦ τὴν τοσοῦτον καὶ Καρχηδόνος δυσμικωτέραν, ὑπερβολὴν οὐκ ἀπολείπει τῆς τῶν τόπων ἀπειρίας καὶ τούτων καὶ τῶν ἐφεξῆς πρὸς δύσιν μέχρι στηλῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: