previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[23]

τὴν δ᾽ ὑπερκειμένην ἐν βάθει χώραν τῆς σύρτεως καὶ τῆς Κυρηναίας κατέχουσιν οἱ Λίβυες, παράλυπρον καὶ αὐχμηράν: πρῶτοι μὲν οἱ Νασαμῶνες, ἔπειτα Ψύλλοι καί τινες Γαίτουλοι, ἔπειτα Γαράμαντες: πρὸς ἕω δ᾽ ἔτι μᾶλλον οἱ Μαρμαρίδαι, προσχωροῦντες ἐπὶ πλέον τῇ Κυρηναίᾳ καὶ παρατείνοντες μέχρι Ἄμμωνος. τεταρταίους μὲν οὖν φασιν ἀπὸ τοῦ μυχοῦ τῆς μεγάλης σύρτεως τοῦ κατ᾽ Αὐτόμαλά πως βαδίζοντας ὡς ἐπὶ χειμερινὰς ἀνατολὰς εἰς Αὔγιλα ἀφικνεῖσθαι. ἔστι δὲ τόπος οὗτος ἐμφερὴς τῷ Ἄμμωνι, φοινικοτρόφος τε καὶ εὔυδρος, ὑπέρκειται δὲ τῆς Κυρηναίας1 πρὸς μεσημβρίαν: μέχρι μὲν σταδίων ἑκατὸν καὶ δενδροφόρος ἐστὶν γῆ, μέχρι δ᾽ ἄλλων ἑκατὸν σπείρεται μόνον, οὐκ ὀρυζοτροφεῖ δ᾽ γῆ διὰ τὸν αὐχμόν. ὑπὲρ δὲ τούτων τὸ σίλφιον φέρουσά ἐστιν: εἶθ᾽ ἀοίκητος καὶ τῶν Γαραμάντων: ἔστι δ᾽ τὸ σίλφιον φέρουσα στενὴ καὶ παραμήκης καὶ παράξηρος, μῆκος μὲν ὡς ἐπὶ τὰς ἀνατολὰς ἰόντι ὅσον σταδίων χιλίων, πλάτος δὲ τριακοσίων μικρῷ πλειόνων τό γε γνώριμον. εἰκάζειν μὲν γὰρ ἅπασαν πάρεστι διηνεκῶς τὴν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένην τοιαύτην εἶναι κατά τε τοὺς ἀέρας καὶ τὴν τοῦ φυτοῦ φοράν: ἐπεὶ δ᾽ ἐμπίπτουσιν ἐρημίαι πλείους, οὐ τοὺς πάντας τόπους ἴσμεν: παραπλησίως δ᾽ ἀγνοεῖται καὶ τὰ ὑπὲρ τοῦ Ἄμμωνος καὶ τῶν αὐάσεων μέχρι τῆς Αἰθιοπίας. οὐδ᾽ ἂν ἔχοιμεν λέγειν τοὺς ὅρους οὔτε τῆς Αἰθιοπίας οὔτε [p. 1171] τῆς Λιβύης, ἀλλ᾽ οὐδὲ τῆς πρὸς Αἰγύπτῳ τρανῶς, μή τί γε τῆς πρὸς τῷ ὠκεανῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: