previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[19]

῾υπέρκειται δὲ τῆς ἀπὸ Καρχηδόνος παραλίας μέχρι Κεφαλῶν καὶ μέχρι τῆς Μασαισυλίων τῶν Λιβοφοινίκων γῆ μέχρι τῆς τῶν Γαιτούλων ὀρεινῆς ἤδη Λιβυκῆς οὔσης. δ᾽ ὑπὲρ τῶν Γαιτούλων ἐστὶν τῶν Γαραμάντων γῆ παράλληλος ἐκείνῃ, ὅθεν οἱ καρχηδόνιοι κομίζονται λίθοι: τοὺς δὲ Γαράμαντας ἀπὸ τῶν Αἰθιόπων1 τῶν παρωκεανιτῶν ἀφεστάναι φασὶν ἡμερῶν ἐννέα καὶ δέκα ὁδόν, τοῦ δὲ Ἄμμωνος καὶ πεντεκαίδεκα. μεταξὺ δὲ τῆς Γαιτούλων καὶ τῆς ἡμετέρας παραλίας πολλὰ μὲν πεδία, πολλὰ δὲ ὄρη καὶ λίμναι μεγάλαι καὶ ποταμοί, ὧν τινες καὶ καταδύντες ὑπὸ γῆς ἀφανεῖς γίνονται: λιτοὶ δὲ σφόδρα τοῖς βίοις εἰσὶ καὶ τῷ κόσμῳ, πολυγύναικες δὲ καὶ πολύπαιδες, τἆλλα δὲ ἐμφερεῖς τοῖς νομάσι τῶν Ἀράβων: καὶ ἵπποι δὲ καὶ βόες μακροτραχηλότεροι τῶν παρ᾽ ἄλλοις: ἱπποφόρβια δ᾽ ἐστὶν ἐσπουδασμένα διαφερόντως τοῖς [p. 1166] βασιλεῦσιν, ὥστε καὶ ἀριθμὸν ἐξετάζεσθαι πώλων κατ᾽ ἔτος εἰς μυριάδας δέκα. τὰ δὲ πρόβατα γάλακτι καὶ κρέασιν ἐκτρέφεται, καὶ μάλιστα πρὸς τοῖς Αἰθίοψι. τοιαῦτα μὲν τὰ ἐν τῇ μεσογαίᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: