previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[35]

μετὰ δὲ Μέμφιν Ἄκανθος πόλις ὁμοίως ἐν τῇ Λιβύῃ καὶ τὸ τοῦ Ὀσίριδος ἱερὸν καὶ τὸ τῆς ἀκάνθης ἄλσος τῆς Θηβαϊκῆς ἐξ ἧς τὸ κόμμι. εἶθ᾽ Ἀφροδιτοπολίτης νομὸς καὶ ὁμώνυμος πόλις ἐν τῇ Ἀραβίᾳ, ἐν λευκὴ βοῦς ἱερὰ τρέφεται. εἶθ᾽ Ἡρακλεώτης νομὸς ἐν νήσῳ μεγάλῃ, καθ᾽ ἣν διῶρύξ ἐστιν ἐν δεξιᾷ εἰς τὴν Λιβύην ἐπὶ τὸν Ἀρσινοΐτην νομόν, ὥστε καὶ δίστομον εἶναι τὴν διώρυγα, μεταξὺ μέρους τινὸς τῆς νήσου παρεμπίπτοντος. ἔστι δ᾽ νομὸς οὗτος ἀξιολογώτατος τῶν ἁπάντων κατά τε τὴν ὄψιν καὶ τὴν ἀρετὴν καὶ τὴν κατασκευήν: ἐλαιόφυτός τε γὰρ μόνος ἐστὶ μεγάλοις καὶ τελείοις δένδρεσι καὶ καλλικάρποις, εἰ δὲ συγκομίζοι καλῶς τις, καὶ εὐέλαιος: ὀλιγωροῦντες δὲ τούτου πολὺ μὲν ποιοῦσιν ἔλαιον, μοχθηρὸν δὲ κατὰ τὴν ὀδμήν: δ᾽ ἄλλη Αἴγυπτος ἀνέλαιός ἐστι πλὴν τῶν κατ᾽ Ἀλεξάνδρειαν κήπων, οἳ μέχρι τοῦ ἐλαίαν χορηγεῖν ἱκανοί εἰσιν, ἔλαιον δ᾽ οὐχ ὑπουργοῦσιν: οἶνόν τε οὐκ ὀλίγον ἐκφέρει σῖτόν τε καὶ ὄσπρια [p. 1129] καὶ τὰ ἄλλα σπέρματα πάμπολλα. θαυμαστὴν δὲ καὶ τὴν λίμνην ἔχει τὴν Μοίριδος καλουμένην, πελαγίαν τῷ μεγέθει καὶ τῇ χρόᾳ θαλαττοειδῆ: καὶ τοὺς αἰγιαλοὺς δὲ ἔστιν ὁρᾶν ἐοικότας τοῖς θαλαττίοις, ὡς ὑπονοεῖν τὰ αὐτὰ περὶ τῶν κατὰ Ἄμμωνα τόπων καὶ τούτωνκαὶ γὰρ οὐδὲ πάμπολυ ἀφεστᾶσιν ἀλλήλων καὶ τοῦ Παραιτονίουμὴ ὥσπερ τὸ ἱερὸν ἐκεῖνο εἰκάζειν ἔστι πρότερον ἐπὶ τῇ θαλάττῃ ἱδρῦσθαι διὰ τὸ πλῆθος τῶν τεκμηρίων, καὶ ταῦθ᾽ ὁμοίως τὰ χωρία πρότερον ἐπὶ τῇ θαλάττῃ ὑπῆρχεν, δὲ κάτω Αἴγυπτος καὶ τὰ μέχρι τῆς λίμνης τῆς Σιρβωνίτιδος πέλαγος ἦν, σύρρουν τυχὸν ἴσως τῇ Ἐρυθρᾷ τῇ κατὰ Ἡρώων πόλιν καὶ τὸν Αἰλανίτην μυχόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: