previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3]

᾿ερατοσθένης μὲν οὖν οὕτως. δεῖ δὲ ἐπὶ πλέον εἰπεῖν καὶ πρῶτον τὰ περὶ τὴν Αἴγυπτον, ὅπως ἀπὸ τῶν γνωριμωτέρων ἐπὶ τὰ ἑξῆς προΐωμεν. κοινὰ μὲν γάρ τινα καὶ ταύτῃ τῇ χώρᾳ καὶ τῇ συνεχεῖ καὶ ὑπὲρ αὐτὴν τῇ τῶν Αἰθιόπων Νεῖλος παρασκευάζει, ποτίζων τε αὐτὰς κατὰ τὰς ἀναβάσεις καὶ τοῦτ᾽ οἰκήσιμον αὐτῶν τὸ μέρος ἀπολείπων μόνον τὸ καλυπτόμενον ἐν ταῖς πλημμυρίσι, τὸ δ᾽ ὑπερδέξιον καὶ μετεωρότερον τοῦ ῥεύματος πᾶν ἀοίκητον διεξιὼν ἑκατέρωθεν καὶ ἔρημον διὰ τὴν αὐτὴν ἀνυδρίαν. ἀλλὰ τὴν μὲν Αἰθιοπίαν οὔτε πᾶσαν διέξεισιν Νεῖλος οὔτε μόνος οὔτ᾽ ἐπ᾽ εὐθείας οὔτ᾽ οἰκουμένην καλῶς: τὴν δὲ Αἴγυπτον καὶ μόνος καὶ πᾶσαν καὶ ἐπ᾽ εὐθείας ἀπὸ τοῦ μικροῦ καταράκτου ὑπὲρ Συήνης καὶ Ἐλεφαντίνης ἀρξάμενος, οἵπερ εἰσὶν ὅροι τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, ἕως [p. 1098] τῶν ἐπὶ θάλατταν ἐκβολῶν1. καὶ μὴν οἵ γε Αἰθίοπες τὸ πλέον νομαδικῶς ζῶσι καὶ ἀπόρως διά τε τὴν λυπρότητα τῆς χώρας καὶ τὴν τῶν ἀέρων ἀσυμμετρίαν καὶ τὸν ἀφ᾽ ἡμῶν ἐκτοπισμόν, τοῖς δ᾽ Αἰγυπτίοις ἅπαντα τἀναντία συμβέβηκε: καὶ γὰρ πολιτικῶς καὶ ἡμέρως ἐξ ἀρχῆς ζῶσι καὶ ἐν γνωρίμοις ἵδρυνται τόποις, ὥστε καὶ αἱ διατάξεις αὐτῶν μνημονεύονται: καὶ ἐπαινοῦνταί γε δοκοῦντες ἀξίως χρήσασθαι τῇ τῆς χώρας εὐδαιμονίᾳ, μερίσαντές τε εὖ καὶ ἐπιμεληθέντες. βασιλέα γὰρ ἀποδείξαντες τριχῆ τὸ πλῆθος διεῖλον καὶ τοὺς μὲν στρατιώτας ἐκάλεσαν τοὺς δὲ γεωργοὺς τοὺς δὲ ἱερέας: καὶ τοὺς μὲν τῶν ἱερῶν ἐπιμελητὰς τοὺς δ᾽ ἄλλους τῶν περὶ τὸν ἄνθρωπον: καὶ τοὺς μὲν τὰ ἐν τῷ πολέμῳ τοὺς δ᾽ ὅσα ἐν εἰρήνῃ, γῆν τε καὶ τέχνας ἐργαζομένων: ἀφ᾽ ὧνπερ καὶ αἱ πρόσοδοι συνήγοντο τῷ βασιλεῖ. οἱ δ᾽ ἱερεῖς καὶ φιλοσοφίαν ἤσκουν καὶ ἀστρονομίαν, ὁμιληταί τε τῶν βασιλέων ἦσαν. δὲ χώρα τὴν μὲν πρώτην διαίρεσιν εἰς νομοὺς ἔσχε, δέκα μὲν Θηβαΐς, δέκα δ᾽ ἐν τῷ Δέλτα, ἑκκαίδεκα δ᾽ μεταξύ: ὡς δέ τινες, τοσοῦτοι ἦσαν οἱ σύμπαντες νομοὶ ὅσαι αἱ ἐν τῷ λαβυρίνθῳ αὐλαί: αὗται δ᾽ ἐλάττους τῶν τριάκοντα καὶ ἕξ: πάλιν δ᾽ οἱ νομοὶ τομὰς ἄλλας ἔσχον: εἰς γὰρ τοπαρχίας οἱ πλεῖστοι διῄρηντο, καὶ αὗται δ᾽ εἰς ἄλλας τομάς: ἐλάχισται δ᾽ αἱ ἄρουραι μερίδες. ἐδέησε δὲ τῆς ἐπ᾽ ἀκριβὲς καὶ κατὰ λεπτὸν διαιρέσεως διὰ τὰς συνεχεῖς τῶν ὅρων συγχύσεις ἃς Νεῖλος ἀπεργάζεται κατὰ τὰς αὐξήσεις, ἀφαιρῶν καὶ προστιθεὶς καὶ ἐναλλάττων τὰ σχήματα καὶ τἆλλα σημεῖα ἀποκρύπτων οἷς διακρίνεται τό τε ἀλλότριον καὶ τὸ ἴδιον: ἀνάγκη δὴ ἀναμετρεῖσθαι πάλιν καὶ πάλιν. [p. 1099] ἐντεῦθεν δὲ καὶ τὴν γεωμετρίαν συστῆναί φασιν, ὡς τὴν λογιστικὴν καὶ ἀριθμητικὴν παρὰ Φοινίκων διὰ τὰς ἐμπορίας. τριχῆ δὲ διῄρητο ὥσπερ τὸ σύμπαν καὶ τὸ ἐν ἑκάστῳ τῷ νομῷ πλῆθος, εἰς τρία ἴσα μερισθείσης τῆς χώρας. δὲ περὶ τὸν ποταμὸν πραγματεία διαφέρει τοσοῦτον ὅσον τῇ ἐπιμελείᾳ νικᾶν τὴν φύσιν. φύσει γὰρ πλείονα φέρει καρπὸν καὶ ποτισθεῖσα μᾶλλον φύσει δὲ καὶ μείζων ἀνάβασις τοῦ ποταμοῦ πλείω ποτίζει γῆν, ἀλλ᾽ ἐπιμέλεια πολλάκις καὶ τῆς φύσεως ἐξίσχυσεν ἐπιλιπούσης, ὥστε καὶ κατὰ τὰς ἐλάττους ἀναβάσεις τοσαύτην ποτισθῆναι γῆν ὅσην ἐν ταῖς μείζοσι, διά τε τῶν διωρύγων καὶ τῶν παραχωμάτων: ἐπὶ γοῦν τῶν πρὸ Πετρωνίου χρόνων μεγίστη μὲν ἦν φορὰ καὶ ἀνάβασις, ἡνίκα ἐπὶ τεσσαρεσκαίδεκα πήχεις ἀνέβαινεν Νεῖλος, ἡνίκα δ᾽ ἐπ᾽ ὀκτώ, συνέβαινε λιμός: ἐπ᾽ ἐκείνου δὲ ἄρξαντος τῆς χώρας καὶ δώδεκα μόνον πληρώσαντος πήχεις τοῦ Νείλου μέτρου, μεγίστη ἦν φορά, καὶ ὀκτώ ποτε μόνον πληρώσαντος λιμοῦ οὐδεὶς ᾔσθετο. τοιαύτη μὲν διάταξις: τὰ δ᾽ ἑξῆς λέγωμεν νυνί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: