previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[25]

τὴν μὲν οὖν ἀρωματοφόρον διαιροῦσιν εἰς τέτταρας μερίδας, ὥσπερ εἰρήκαμεν: τῶν ἀρωμάτων δὲ λίβανον μὲν καὶ σμύρναν ἐκ δένδρων γίνεσθαί φασι, κασίαν δὲ καὶ ἐκ θάμνων: τινὲς δὲ τὴν πλείω ἐξ Ἰνδῶν εἶναι, τοῦ δὲ λιβάνου βέλτιστον τὸν πρὸς τῇ Περσίδι. κατ᾽ ἄλλην δὲ διαίρεσιν σύμπασαν τὴν εὐδαίμονα πενταχῆ σχίζουσιν εἰς βασιλείας, ὧν μὲν τοὺς μαχίμους ἔχει καὶ προαγωνιστὰς ἁπάντων, δὲ τοὺς γεωργοὺς παρ᾽ ὧν σῖτος εἰς τοὺς ἄλλους εἰσάγεται, δὲ τοὺς βαναυσοτεχνοῦντας, καὶ μὲν σμυρνοφόρος, δὲ λιβανωτοφόρος: αἱ δ᾽ αὐταὶ καὶ τὴν κασίαν καὶ τὸ κιννάμωμον καὶ τὴν νάρδον φέρουσι: παρ᾽ ἀλλήλων δ᾽ οὐ μεταφοιτᾷ τὰ ἐπιτηδεύματα, ἀλλ᾽ ἐν τοῖς πατρίοις διαμένουσιν ἕκαστοι. οἶνος δ᾽ ἐκ φοινίκων πλείων. ἀδελφοὶ τιμιώτεροι τῶν τέκνων: κατὰ πρεσβυγένειαν καὶ βασιλεύουσιν οἱ ἐκ τοῦ γένους καὶ ἄλλας ἀρχὰς ἄρχουσι: κοινὴ κτῆσις ἅπασι τοῖς συγγενέσι, κύριος δὲ πρεσβύτατος: μία δὲ καὶ γυνὴ πᾶσιν, δὲ φθάσας εἰσιὼν μίγνυται προθεὶς τῆς θύρας τὴν ῥάβδον: ἑκάστῳ γὰρ δεῖν ῥαβδοφορεῖν ἔθος: νυκτερεύει δὲ παρὰ τῷ πρεσβυτάτῳ: διὸ καὶ πάντες ἀδελφοὶ πάντων εἰσί: μίγνυνται δὲ καὶ μητράσι: μοιχῷ δὲ ζημία θάνατος: μοιχὸς δ᾽ ἐστὶν ἐξ ἄλλου γένους. θυγάτηρ δὲ τῶν βασιλέων τινὸς θαυμαστὴ τὸ κάλλος, ἔχουσα [p. 1093] ἀδελφοὺς πεντεκαίδεκα ἐρῶντας αὐτῆς πάντας, καὶ διὰ τοῦτ᾽ ἀδιαλείπτως ἄλλον ἐπ᾽ ἄλλῳ παριόντα ὡς αὐτήν, κάμνουσα ἤδη παραδέδοται νοήματι χρήσασθαι τοιούτῳ: ποιησαμένη ῥάβδους ὁμοίας ταῖς ἐκείνων, ὅτ᾽ ἐξίοι παρ᾽ αὐτῆς τις, ἀεί τινα προὐτίθει τῆς θύρας τὴν ὁμοίαν ἐκείνῃ, καὶ μικρὸν ὕστερον ἄλλην, εἶτ᾽ ἄλλην, στοχαζομένη ὅπως μὴ ἐκείνῃ τὴν παραπλησίαν ἔχοι μέλλων προσιέναι: καὶ δὴ πάντων ποτὲ κατ᾽ ἀγορὰν ὄντων, ἕνα προσιόντα τῇ θύρᾳ καὶ ἰδόντα τὴν ῥάβδον, ἐκ μὲν ταύτης εἰκάσαι διότι παρ᾽ αὐτήν τις εἴη: ἐκ δὲ τοῦ τοὺς ἀδελφοὺς πάντας ἐν τῇ ἀγορᾷ καταλιπεῖν ὑπονοῆσαι μοιχόν: δραμόντα δὲ πρὸς τὸν πατέρα καὶ ἐπαγαγόντα ἐκεῖνον ἐλεγχθῆναι καταψευσάμενον τῆς ἀδελφῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: