previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[23] Τύρος δ᾽ ἐστὶν ὅλη νῆσος σχεδόν τι συνῳκισμένη παραπλησίως ὥσπερ Ἄραδος, συνῆπται δὲ χώματι πρὸς τὴν ἤπειρον, κατεσκεύασε πολιορκῶν Ἀλέξανδρος: δύο δ᾽ ἔχει λιμένας τὸν μὲν κλειστὸν τὸν δ᾽ ἀνειμένον, ὃν Αἰγύπτιον καλοῦσιν. ἐνταῦθα δέ φασι πολυστέγους τὰς οἰκίας * ὥστε καὶ τῶν ἐν Ῥώμῃ μᾶλλον: διὸ καὶ σεισμοὺς γενομένους ἀπολιπεῖν μικρὸν τοῦ ἄρδην ἀφανίσαι τὴν πόλιν. ἠτύχησε δὲ καὶ ὑπ᾽ Ἀλεξάνδρου πολιορκίᾳ ληφθεῖσα: [p. 1056] ἀλλὰ τῶν τοιούτων συμφορῶν κατέστη κρείττων καὶ ἀνέλαβεν αὑτὴν τῇ τε ναυτιλίᾳ, καθ᾽ ἣν ἁπάντων τῶν ἀεὶ κρείττους εἰσὶ κοινῇ Φοίνικες, καὶ τοῖς πορφυρείοις: πολὺ γὰρ ἐξήτασται πασῶν Τυρία καλλίστη πορφύρα: καὶ θήρα πλησίον καὶ τἆλλα εὔπορα τὰ πρὸς βαφὴν ἐπιτήδεια: καὶ δυσδιάγωγον μὲν ποιεῖ τὴν πόλιν πολυπληθία τῶν βαφείων, πλουσίαν δὲ διὰ τὴν τοιαύτην ἀνδρείαν. οὐχ ὑπὸ τῶν βασιλέων δ᾽ ἐκρίθησαν αὐτόνομοι μόνον μικρὰ ἀναλώσαντες, ἀλλὰ καὶ ὑπὸ τῶν Ῥωμαίων βεβαιωσάντων τὴν ἐκείνων γνώμην. τιμᾶται δὲ καθ᾽ ὑπερβολὴν Ἡρακλῆς ὑπ᾽ αὐτῶν. τῆς δὲ περὶ τὰς ναυστολίας δυνάμεως τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἀποικίδων ἐστὶ πόλεων τεκμήριον: οὗτοι μὲν οὖν τοιοῦτοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: