previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[12]

γειτνιᾷ δὲ τῇ Σουσίδι τῆς Βαβυλωνίας Σιτακηνὴ μὲν πρότερον Ἀπολλωνιᾶτις δὲ ὕστερον προσαγορευθεῖσα. ἀπὸ τῶν ἄρκτων δ᾽ ὑπέρκεινται ἀμφοῖν πρὸς ἕω Ἐλυμαῖοί τε καὶ Παραιτακηνοί, λῃστρικοὶ ἄνδρες καὶ ὀρεινῇ τραχείᾳ πεποιθότες: μᾶλλον δ᾽ οἱ Παραιτακηνοὶ τοῖς Ἀπολλωνιάταις ἐπίκεινται, ὥστε καὶ χεῖρον ἐκείνους διατιθέασιν. οἱ δὲ Ἐλυμαῖοι κἀκείνοις καὶ τοῖς Σουσίοις, τούτοις δὲ καὶ οἱ Οὔξιοι προσπολεμοῦσιν: ἧττον δὲ νῦν, ὡς εἰκός, διὰ τὴν τῶν Παρθυαίων ἰσχύν, ὑφ᾽ οἷς εἰσιν ἅπαντες οἱ ταύτῃ. εὖ μὲν οὖν πραττόντων ἐκείνων, εὖ πράττουσιν ἅπαντες καὶ οἱ ὑπήκοοι αὐτῶν: στασιαζόντων δέ, ὅπερ συμβαίνει πολλάκις, καὶ δὴ καὶ ἐφ᾽ ἡμῶν, ἄλλοτ᾽ ἄλλως συμβαίνει καὶ οὐ τὰ αὐτὰ πᾶσι: τοῖς μὲν γὰρ συνήνεγκεν [p. 1021] ταραχή, τοῖς δὲ παρὰ γνώμην ἀπήντησεν. μὲν δὴ χώρα τε Περσὶς καὶ Σουσιανὴ τοιαύτη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: