previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[14]

῾η δὲ Καρμανία τελευταία μέν ἐστι τῆς ἀπὸ τοῦ Ἰνδοῦ παραλίας, ἀρκτικωτέρα δ᾽ ἐστὶ πολὺ τῆς τοῦ Ἰνδοῦ ἐκβολῆς: τὸ μέντοι πρῶτον αὐτῆς ἄκρον ἔκκειται πρὸς νότον εἰς τὴν μεγάλην θάλατταν, ποιήσασα δὲ τὸ στόμα τοῦ Περσικοῦ κόλπου πρὸς τὴν ἀπὸ τῆς εὐδαίμονος Ἀραβίας ἄκραν ἐν ἀπόψει οὖσαν, κάμπτεται πρὸς τὸν Περσικὸν κόλπον ἕως ἂν συνάψῃ τῇ Περσίδι: πολλὴ δὲ κἀν τῇ μεσογαίᾳ ἐστὶν ἐκτεινομένη μεταξὺ τῆς Γεδρωσίας καὶ τῆς Περσίδος, παραλλάττουσα πλέον τῆς Γεδρωσίας πρὸς τὴν ἄρκτον. δηλοῖ δ᾽ εὐκαρπία: καὶ γὰρ πάμφορος καὶ μεγαλόδενδρος πλὴν ἐλαίας καὶ ποταμοῖς κατάρρυτος. δὲ Γεδρωσία διαφέρει μικρὸν τῆς τῶν Ἰχθυοφάγων, ὥστ᾽ ἀκαρπία κατέχει πολλάκις: διὸ φυλάττουσι τὸν ἐνιαύσιον καρπὸν εἰς ἔτη πλείω ταμιευόμενοι. Ὀνησίκριτος δὲ λέγει ποταμὸν ἐν τῇ Καρμανίᾳ καταφέροντα ψήγματα χρυσοῦ: καὶ ὀρυκτοῦ δὲ εἶναι μέταλλον καὶ ἀργύρου καὶ χαλκοῦ καὶ μίλτου: ὄρη τε εἶναι δύο τὸ μὲν ἀρσενικοῦ τὸ δὲ ἁλός. ἔχει δέ τινα καὶ ἔρημον συνάπτουσαν ἤδη τῇ Παρθυαίᾳ καὶ τῇ Παραιτακηνῇ. γεώργια δ᾽ ἔχει παραπλήσια τοῖς Περσικοῖς τά τε ἄλλα καὶ ἄμπελον: ταύτης δ᾽ Καρμανία λεγομένη παρ᾽ ἡμῖν καὶ δίπηχυν ἔχει πολλάκις τὸν βότρυν πυκνορρῶγά τε ὄντα καὶ μεγαλορρῶγα, ἣν εἰκὸς ἐκεῖ εὐερνεστέραν εἶναι. χρῶνται δ᾽ ὄνοις οἱ πολλοὶ καὶ πρὸς πόλεμον σπάνει τῶν ἵππων: [p. 1013] ὄνον τε θύουσι τῷ Ἄρει, ὅνπερ σέβονται θεῶν μόνον, καὶ εἰσὶ πολεμισταί: γαμεῖ δ᾽ οὐδεὶς πρὶν ἂν πολεμίου κεφαλὴν ἀποτεμὼν ἀνενέγκῃ ἐπὶ τὸν βασιλέα: δὲ τὸ κρανίον μὲν ἐπὶ τῶν βασιλείων ἀνατίθησι, τὴν δὲ γλῶτταν λεπτοτομήσας καὶ καταμίξας ἀλεύρῳ γευσάμενος αὐτὸς δίδωσι τῷ ἀνενέγκαντι καὶ τοῖς οἰκείοις κατασιτήσασθαι: ἐνδοξότατος δ᾽ ἐστὶν πλεῖσται κεφαλαὶ ἀνηνέχθησαν. Νέαρχος δὲ τὰ πλεῖστα ἔθη καὶ τὴν διάλεκτον τῶν Καρμανιτῶν Περσικά τε καὶ Μηδικὰ εἴρηκε. τὸ δὲ στόμα τοῦ Περσικοῦ κόλπου οὐ μεῖζον διάρματος ἡμερησίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: