previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τὴν Ἰνδικήν ἐστιν Ἀριανή, μερὶς πρώτη τῆς ὑπὸ Πέρσαις τῆς μετὰ τὸν Ἰνδὸν ποταμὸν καὶ τῶν ἄνω σατραπειῶν τῶν ἐκτὸς τοῦ Ταύρου, τὰ μὲν νότια καὶ τὰ ἀρκτικὰ μέρη τῇ αὐτῇ θαλάττῃ καὶ τοῖς αὐτοῖς ὄρεσιν ἀφοριζομένη οἷσπερ καὶ Ἰνδική, καὶ τῷ αὐτῷ ποταμῷ τῷ Ἰνδῷ, μέσον ἔχουσα αὐτὸν ἑαυτῆς τε καὶ τῆς Ἰνδικῆς, ἐντεῦθεν δὲ πρὸς τὴν ἑσπέραν ἐκτεινομένη μέχρι τῆς ἀπὸ Κασπίων πυλῶν εἰς Καρμανίαν γραφομένης γραμμῆς, ὥστε εἶναι τετράπλευρον τὸ σχῆμα. τὸ μὲν οὖν νότιον πλευρὸν ἀπὸ τῶν ἐκβολῶν ἄρχεται τοῦ Ἰνδοῦ καὶ τῆς Παταληνῆς, τελευτᾷ δὲ πρὸς Καρμανίαν καὶ τοῦ Περσικοῦ κόλπου τὸ στόμα, ἄκραν ἔχον ἐκκειμένην ἱκανῶς πρὸς νότον: εἶτα εἰς τὸν κόλπον λαμβάνει καμπὴν ὡς ἐπὶ τὴν Περσίδα. οἰκοῦσι δὲ Ἄρβιες πρῶτον, ὁμώνυμοι τῷ ποταμῷ Ἄρβει τῷ ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν ἑξῆς Ὠριτῶν, ὅσον χιλίων σταδίων ἔχοντες παραλίαν, ὥς φησι Νέαρχος: Ἰνδῶν δ᾽ ἐστὶ μερὶς καὶ αὕτη: εἶτ᾽ Ὠρῖται ἔθνος αὐτόνομον: τούτων δ᾽ παράπλους χιλίων ὀκτακοσίων, δὲ τῶν ἑξῆς Ἰχθυοφάγων ἑπτακισχίλιοι τετρακόσιοι, δὲ τῶν Καρμανίων τρισχίλιοι ἑπτακόσιοι μέχρι Περσίδος: ὥσθ᾽ οἱ σύμπαντες μύριοι τρισχίλιοι ἐννακόσιοι. [p. 1004]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: