previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[61]

᾿αριστόβουλος δὲ τῶν ἐν Ταξίλοις σοφιστῶν ἰδεῖν δύο φησί, Βραχμᾶνας ἀμφοτέρους, τὸν μὲν πρεσβύτερον ἐξυρημένον τὸν δὲ νεώτερον κομήτην, ἀμφοτέροις δ᾽ ἀκολουθεῖν μαθητάς: τὸν μὲν οὖν ἄλλον χρόνον κατ᾽ ἀγορὰν διατρίβειν, τιμωμένους ἀντὶ συμβούλων, ἐξουσίαν ἔχοντας τι βούλονται τῶν ὠνίων φέρεσθαι δωρεάν: ὅτῳ δ᾽ ἂν προσίωσι, καταχεῖν αὐτῶν τοῦ σησαμίνου λίπους ὥστε καὶ κατὰ τῶν ὀμμάτων [p. 995] ῥεῖν: τοῦ τε μέλιτος πολλοῦ προκειμένου καὶ τοῦ σησάμου μάζας ποιουμένους τρέφεσθαι δωρεάν: παρερχομένους δὲ καὶ πρὸς τὴν Ἀλεξάνδρου τράπεζαν, παραστάντας δειπνεῖν καὶ καρτερίαν διδάσκειν, παραχωροῦντας εἴς τινα τόπον πλησίον, ὅπου τὸν μὲν πρεσβύτερον πεσόντα ὕπτιον ἀνέχεσθαι τῶν ἡλίων καὶ τῶν ὄμβρωνἤδη γὰρ ὕειν ἀρχομένου τοῦ ἔαρος), τὸν δ᾽ ἑστάναι μονοσκελῆ ξύλον ἐπηρμένον ἀμφοτέραις ταῖς χερσὶν ὅσον τρίπηχυ, κάμνοντος δὲ τοῦ σκέλους ἐπὶ θάτερον μεταφέρειν τὴν βάσιν καὶ διατελεῖν οὕτως τὴν ἡμέραν ὅλην: φανῆναι δ᾽ ἐγκρατέστερον μακρῷ τὸν νεώτερον: συνακολουθήσαντα γὰρ μικρὰ τῷ βασιλεῖ ταχὺ ἀναστρέψαι πάλιν ἐπ᾽ οἴκου, μετιόντος τε αὐτὸν κελεῦσαι ἥκειν εἴτου βούλεται τυγχάνειν: τὸν δὲ συναπᾶραι μέχρι τέλους καὶ μεταμφιάσασθαι καὶ μεταθέσθαι τὴν δίαιταν συνόντα τῷ βασιλεῖ: ἐπιτιμώμενον δ᾽ ὑπό τινων λέγειν ὡς ἐκπληρώσειε τὰ τετταράκοντα ἔτη τῆς ἀσκήσεως, ὑπέσχετο, Ἀλέξανδρον δὲ τοῖς παισὶν αὐτοῦ δοῦναι δωρεάν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: