previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

᾿εκεῖνος μὲν δὴ ἐπίστευσεν: ἡμῖν δὲ τίς ἂν δικαία γένοιτο πίστις περὶ τῶν Ἰνδικῶν ἐκ τῆς τοιαύτης στρατείας τοῦ Κύρου τῆς Σεμιράμιδος; συναποφαίνεται [p. 957] δέ πως καὶ Μεγασθένης τῷ λόγῳ τούτῳ κελεύων ἀπιστεῖν ταῖς ἀρχαίαις περὶ Ἰνδῶν ἱστορίαις: οὔτε γὰρ παρ᾽ Ἰνδῶν ἔξω σταλῆναί ποτε στρατιάν, οὔτ᾽ ἐπελθεῖν ἔξωθεν καὶ κρατῆσαι πλὴν τῆς μεθ᾽ Ἡρακλέους καὶ Διονύσου καὶ τῆς νῦν μετὰ Μακεδόνων. καίτοι Σέσωστριν μὲν τὸν Αἰγύπτιον καὶ Τεάρκωνα τὸν Αἰθίοπα ἕως Εὐρώπης προελθεῖν, Ναβοκοδρόσορον δὲ τὸν παρὰ Χαλδαίοις εὐδοκιμήσαντα Ἡρακλέους μᾶλλον καὶ ἕως Στηλῶν ἐλάσαι. μέχρι μὲν δὴ δεῦρο καὶ Τεάρκωνα ἀφικέσθαι, ἐκεῖνον δὲ καὶ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Θρᾴκην καὶ τὸν Πόντον ἀγαγεῖν τὴν στρατιάν: Ἰδάνθυρσον δὲ τὸν Σκύθην ἐπιδραμεῖν τῆς Ἀσίας μέχρι Αἰγύπτου: τῆς δὲ Ἰνδικῆς μηδένα τούτων ἅψασθαι: καὶ Σεμίραμιν δ᾽ ἀποθανεῖν πρὸ τῆς ἐπιχειρήσεως: Πέρσας δὲ μισθοφόρους μὲν ἐκ τῆς Ἰνδικῆς μεταπέμψασθαι Ὑδράκας, ἐκεῖ δὲ μὴ στρατεῦσαι, ἀλλ᾽ ἐγγὺς ἐλθεῖν μόνον ἡνίκα Κῦρος ἤλαυνεν ἐπὶ Μασσαγέτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: