previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[51]

οἱ δ᾽ ἀστυνόμοι εἰς ἓξ πεντάδας διῄρηνται: καὶ οἱ μὲν τὰ δημιουργικὰ σκοποῦσιν οἱ δὲ ξενοδοχοῦσιν: καὶ γὰρ καταγωγὰς νέμουσι καὶ τοῖς βίοις παρακολουθοῦσι παρέδρους δόντες, καὶ προπέμπουσιν αὐτοὺς τὰ χρήματα τῶν ἀποθανόντων, νοσούντων τε ἐπιμελοῦνται καὶ ἀποθανόντας θάπτουσι. τρίτοι δ᾽ εἰσὶν οἳ τὰς γενέσεις καὶ θανάτους ἐξετάζουσι πότε καὶ πῶς, τῶν τε φόρων χάριν καὶ ὅπως μὴ ἀφανεῖς εἶεν αἱ κρείττους καὶ χείρους γοναὶ καὶ θάνατοι. τέταρτοι δ᾽ οἱ περὶ τὰς καπηλείας καὶ μεταβολάς, οἷς μέτρων μέλει καὶ τῶν ὡραίων, ὅπως ἀπὸ συσσήμου πωλοῖτο. οὐκ ἔστι δὲ πλείω τὸν αὐτὸν μεταβάλλεσθαι πλὴν εἰ διττοὺς ὑποτελοίη φόρους. πέμπτοι δ᾽ οἱ προεστῶτες τῶν δημιουργουμένων καὶ πωλοῦντες ταῦτ᾽ ἀπὸ συσσήμου, χωρὶς μὲν τὰ καινὰ χωρὶς δὲ τὰ παλαιά: τῷ μιγνύντι δὲ ζημία. ἕκτοι δὲ καὶ ὕστατοι οἱ τὰς δεκάτας ἐκλέγοντες [p. 987] τῶν πωλουμένων: θάνατος δὲ τῷ κλέψαντι τὸ τέλος. ἰδίᾳ μὲν ἕκαστοι ταῦτα, κοινῇ δ᾽ ἐπιμελοῦνται τῶν τε ἰδίων καὶ τῶν πολιτικῶν καὶ τῆς τῶν δημοσίων ἐπισκευῆς, τειχῶν τε καὶ ἀγορᾶς καὶ λιμένων καὶ ἱερῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: