previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[14]

ἄνδρες δ᾽ ἐξ αὐτῆς γεγόνασι τῶν μὲν στωικῶν [p. 940] Ἀντίπατρός τε καὶ Ἀρχέδημος καὶ Νέστωρ, ἔτι δ᾽ Ἀθηνόδωροι δύο, ὧν μὲν Κορδυλίων καλούμενος συνεβίωσε Μάρκῳ Κάτωνι καὶ ἐτελεύτα παρ᾽ ἐκείνῳ, δὲ τοῦ Σάνδωνος, ὃν καὶ Κανανίτην φασὶν ἀπὸ κώμης τινός, Καίσαρος καθηγήσατο καὶ τιμῆς ἔτυχε μεγάλης, κατιών τε εἰς τὴν πατρίδα ἤδη γηραιὸς κατέλυσε τὴν καθεστῶσαν πολιτείαν κακῶς φερομένην ὑπό τε ἄλλων καὶ Βοήθου, κακοῦ μὲν ποιητοῦ κακοῦ δὲ πολίτου, δημοκοπίαις ἰσχύσαντος τὸ πλέον. ἐπῆρε δ᾽ αὐτὸν καὶ Ἀντώνιος κατ᾽ ἀρχὰς ἀποδεξάμενος τὸ γραφὲν εἰς τὴν ἐν Φιλίπποις νίκην ἔπος, καὶ ἔτι μᾶλλον εὐχέρεια ἐπιπολάζουσα παρὰ τοῖς Ταρσεῦσιν ὥστ᾽ ἀπαύστως σχεδιάζειν παρὰ χρῆμα πρὸς τὴν δεδομένην ὑπόθεσιν: καὶ δὴ καὶ γυμνασιαρχίαν ὑποσχόμενος Ταρσεῦσι τοῦτον ἀντὶ γυμνασιάρχου κατέστησε, καὶ τὰ ἀναλώματα ἐπίστευσεν αὐτῷ. ἐφωράθη δὲ νοσφισάμενος τά τε ἄλλα καὶ τοὔλαιον: ἐλεγχόμενος δ᾽ ὑπὸ τῶν κατηγόρων ἐπὶ τοῦ Ἀντωνίου παρῃτεῖτο τὴν ὀργήν, σὺν ἄλλοις καὶ ταῦτα λέγων ὅτιὥσπερ Ὅμηρος ἐξύμνησεν Ἀχιλλέα καὶ Ἀγαμέμνονα καὶ Ὀδυσσέα, οὕτως ἐγὼ σέ: οὐ δίκαιος οὖν εἰμι εἰς τοιαύτας ἄγεσθαι διαβολὰς ἐπὶ σοῦ.’ παραλαβὼν οὖν κατήγορος τὸν λόγονἀλλ᾽ Ὅμηρος μένἔφηἔλαιον Ἀγαμέμνονος οὐκ ἔκλεψεν, ἀλλ᾽ οὐδὲ Ἀχιλλέως, σὺ δέ: ὥστε δώσεις δίκην.’ διακρουσάμενος δ᾽ οὖν θεραπείαις τισὶ τὴν ὀργὴν οὐδὲν ἧττον διετέλεσεν ἄγων καὶ φέρων τὴν πόλιν μέχρι τῆς καταστροφῆς τοῦ Ἀντωνίου. τοιαύτην δὲ τὴν πόλιν καταλαβὼν Ἀθηνόδωρος τέως μὲν ἐπεχείρει λόγῳ μετάγειν κἀκεῖνον καὶ τοὺς συστασιώτας: ὡς δ᾽ οὐκ ἀπείχοντο ὕβρεως οὐδεμιᾶς, ἐχρήσατο τῇ δοθείσῃ ὑπὸ τοῦ Καίσαρος ἐξουσίᾳ καὶ ἐξέβαλεν αὐτοὺς καταγνοὺς φυγήν. οἱ δὲ πρῶτον μὲν [p. 941] κατετοιχογράφησαν αὐτοῦ τοιαῦταἔργα νέων, βουλαὶ δὲ μέσων, πορδαὶ δὲ γερόντων.
ἐπεὶ δ᾽ ἐκεῖνος ἐν παιδιᾶς μέρει δεξάμενος ἐκέλευσε παρεπιγράψαιβρονταὶ δὲ γερόντων,’ καταφρονήσας τις τοῦ ἐπιεικοῦς εὔλυτον τὸ κοιλίδιον ἔχων προσέρρανε πολὺ τῇ θύρᾳ καὶ τῷ τοίχῳ νύκτωρ παριὼν τὴν οἰκίαν: δὲ τῆς στάσεως κατηγορῶν ἐν ἐκκλησίᾳτὴν νόσον τῆς πόλεωςἔφηκαὶ τὴν καχεξίαν πολλαχόθεν σκοπεῖν ἔξεστι, καὶ δὴ καὶ ἐκ τῶν διαχωρημάτων.’ οὗτοι μὲν στωικοὶ ἄνδρες: ἀκαδημαϊκὸς δὲ Νέστωρ καθ᾽ ἡμᾶς, Μαρκέλλου καθηγησάμενος τοῦ Ὀκταουίας παιδός, τῆς Καίσαρος ἀδελφῆς. καὶ οὗτος δὲ προέστη τῆς πολιτείας διαδεξάμενος τὸν Ἀθηνόδωρον, καὶ διετέλεσε τιμώμενος παρά τε τοῖς ἡγεμόσι καὶ ἐν τῇ πόλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: