previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

εἶθ᾽ Ἱερὰ ἄκρα καὶ αἱ Χελιδόνιαι τρεῖς νῆσοι τραχεῖαι, πάρισοι τὸ μέγεθος, ὅσον πέντε σταδίοις ἀλλήλων διέχουσαι: τῆς δὲ γῆς ἀφεστᾶσιν ἑξαστάδιον: μία δ᾽ αὐτῶν καὶ πρόσορμον ἔχει. ἐντεῦθεν νομίζουσιν οἱ πολλοὶ τὴν ἀρχὴν λαμβάνειν τὸν Ταῦρον διά τε τὴν ἄκραν ὑψηλὴν οὖσαν καὶ καθήκουσαν ἀπὸ τῶν Πισιδικῶν ὀρῶν τῶν ὑπερκειμένων τῆς Παμφυλίας καὶ διὰ τὰς προκειμένας νήσους ἐχούσας ἐπιφανές τι σημεῖον ἐν τῇ θαλάττῃ κρασπέδου δίκην. τὸ δ᾽ ἀληθὲς ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ πρὸς Πισιδίαν μέρη συνεχής ἐστιν ὀρεινή, καλεῖται δὲ καὶ αὕτη Ταῦρος. δοκοῦσι δὲ αἱ Χελιδόνιαι κατὰ Κάνωβόν πως πίπτειν: τὸ δὲ δίαρμα λέγεται τετρακισχιλίων σταδίων. ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ τὴν Ὀλβίαν λείπονται στάδιοι τριακόσιοι ἑξήκοντα ἑπτά: ἐν τούτοις δ᾽ ἐστὶν τε Κράμβουσα καὶ Ὄλυμπος πόλις μεγάλη καὶ ὄρος ὁμώνυμον, καὶ Φοινικοῦς καλεῖται: εἶτα Κώρυκος αἰγιαλός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: