previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[16]

αἱ μὲν οὖν τυραννίδες ἤκμασαν κατὰ Πολυκράτη μάλιστα καὶ τὸν ἀδελφὸν αὐτοῦ Συλοσῶντα: ἦν δ᾽ μὲν καὶ τύχῃ καὶ δυνάμει λαμπρὸς ὥστε καὶ θαλαττοκρατῆσαι: τῆς δ᾽ εὐτυχίας αὐτοῦ σημεῖον τιθέασιν ὅτι ῥίψαντος εἰς τὴν θάλατταν ἐπίτηδες τὸν δακτύλιον λίθου καὶ γλύμματος πολυτελοῦς, ἀνήνεγκε μικρὸν ὕστερον τῶν ἁλιέων τις τὸν καταπιόντα ἰχθὺν αὐτόν: ἀνατμηθέντος δ᾽ εὑρέθη δακτύλιος: πυθόμενον δὲ τοῦτο τὸν Αἰγυπτίων βασιλέα φασὶ μαντικῶς πως ἀποφθέγξασθαι ὡς ἐν βραχεῖ καταστρέψει τὸν βίον εἰς οὐκ εὐτυχὲς τέλος τοσοῦτον ἐξηρμένος ταῖς εὐπραγίαις: καὶ δὴ καὶ συμβῆναι τοῦτο: ληφθέντα γὰρ ἐξ ἀπάτης ὑπὸ τοῦ σατράπου τῶν Περσῶν κρεμασθῆναι. τούτῳ συνεβίωσεν Ἀνακρέων μελοποιός: καὶ δὴ καὶ πᾶσα ποίησις πλήρης ἐστὶ τῆς περὶ αὐτοῦ μνήμης. ἐπὶ τούτου δὲ καὶ Πυθαγόραν ἱστοροῦσιν ἰδόντα φυομένην τὴν τυραννίδα ἐκλιπεῖν τὴν πόλιν καὶ ἀπελθεῖν εἰς Αἴγυπτον καὶ Βαβυλῶνα φιλομαθείας χάριν: ἐπανιόντα δ᾽ ἐκεῖθεν, ὁρῶντα ἔτι συμμένουσαν τὴν [p. 891] τυραννίδα, πλεύσαντα εἰς Ἰταλίαν ἐκεῖ διατελέσαι τὸν βίον. περὶ Πολυκράτους μὲν ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: