previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6] κειμένων δ᾽ οὕτω πως τῶν ἐπῶν παρ᾽ ὉμήρῳΜῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην,
υἷε Ταλαιμένεος, τὼ Γυγαίη τέκε λίμνη,
οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας,
1 προσγράφουσί τινες τοῦτο τέταρτον ἔποςΤμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ.
οὐδεμία δ᾽ εὑρίσκεται Ὕδη ἐν τοῖς Λυδοῖς. οἱ δὲ καὶ τὸν Τυχίον ἐνθένδε ποιοῦσιν ὅν φησιν [p. 876] ποιητήςσκυτοτόμων ὄχ᾽ ἄριστος Ὕδῃ ἔνι.
2 προστιθέασι δὲ καὶ διότι δρυμώδης τόπος καὶ κεραυνόβολος, καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι: καὶ γὰρ τῷεἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς
3 ἐπεισφέρουσιχώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ.
ἄλλοι δ᾽ ἐν Κιλικίᾳ, τινὲς δ᾽ ἐν Συρία πλάττουσι τὸν μῦθον τοῦτον, οἱ δ᾽ ἐν Πιθηκούσσαις, οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ τοῖς Τυρρηνοῖς ἀρίμους καλεῖσθαι: οἱ δὲ τὰς Σάρδεις Ὕδην ὀνομάζουσιν, οἱ δὲ τὴν ἀκρόπολιν αὐτῆς. πιθανωτάτους δ᾽ Σκήψιος ἡγεῖται τοὺς ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντας. Πίνδαρος δὲ συνοικειοῖ τοῖς ἐν τῇ Κιλικίᾳ τὰ ἐν Πιθηκούσσαις, ἅπερ ἐστὶ πρὸ τῆς Κυμαίας, καὶ τὰ ἐν Σικελίᾳ: καὶ γὰρ τῇ Αἴτνῃ φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνατόν ποτε
Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον: νῦν γε μὰν
ταί θ᾽ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
Σικελία τ᾽ αὐτοῦ πιέζει στέρνα λαχνάεντα.
4 καὶ πάλινκείνῳ μὲν Αἴτνα δεσμὸς ὑπερφίαλος
ἀμφίκειται.
καὶ πάλινἀλλ᾽ οἶος ἄπλατον κεράιζε θεῶν
Τυφῶνα πεντηκοντακάρανον ἀνάγκᾳ Ζεὺς πατὴρ
ἐν Ἀρίμοις ποτέ.
5 οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν Ἀραμαίους λέγουσι, τοὺς δὲ Κίλικας τοὺς ἐν Τροίᾳ μεταναστάντας εἰς Συρίαν ἀνῳκισμένους ἀποτεμέσθαι παρὰ τῶν Σύρων τὴν νῦν λεγομένην Κιλικίαν. Καλλισθένης δ᾽ ἐγγὺς τοῦ Καλυκάδνου καὶ τῆς Σαρπηδόνος ἄκρας παρ᾽ αὐτὸ τὸ Κωρύκιον ἄντρον εἶναι τοὺς Ἀρίμους, ἀφ᾽ ὧν τὰ ἐγγὺς ὄρη λέγεσθαι Ἄριμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: