previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

μεγίστη δέ ἐστι τῶν Αἰολικῶν καὶ ἀρίστη Κύμη καὶ σχεδὸν μητρόπολις αὕτη τε καὶ Λέσβος τῶν ἄλλων πόλεων περὶ τριάκοντά που τὸν ἀριθμόν, ὧν ἐκλελοίπασιν οὐκ ὀλίγαι. σκώπτεται δ᾽ εἰς ἀναισθησίαν Κύμη κατὰ τοιαύτην τινά, ὥς φασιν ἔνιοι, δόξαν, ὅτι τριακοσίοις ἔτεσιν ὕστερον τῆς κτίσεως ἀπέδοντο τοῦ λιμένος τὰ τέλη, πρότερον δ᾽ οὐκ ἐκαρποῦτο τὴν πρόσοδον ταύτην δῆμος: κατέσχεν οὖν δόξα ὡς ὀψὲ ᾐσθημένων ὅτι ἐπὶ θαλάττῃ πόλιν οἰκοῖεν. ἔστι δὲ καὶ ἄλλος λόγος, ὅτι δανεισάμενοι χρήματα δημοσίᾳ τὰς στοὰς ὑπέθεντο, εἶτ᾽ οὐκ ἀποδιδόντες κατὰ τὴν ὡρισμένην ἡμέραν εἴργοντο τῶν περιπάτων: ὅτε μέντοι ὄμβρος εἴη, κατ᾽ αἰδῶ τινα κηρύττοιεν οἱ δανεισταί, κελεύοντες ὑπὸ τὰς στοὰς ὑπέρχεσθαι: τοῦ δὴ κήρυκος οὕτω φθεγγομένουὑπὸ τὰς στοὰς ὑπέλθετε,’ ἐκπεσεῖν λόγον ὡς Κυμαίων οὐκ αἰσθανομένων ὡς ἐν τοῖς ὄμβροις ὑπὸ τὰς στοὰς ὑπελθετέον, ἂν μὴ σημάνῃ τις αὐτοῖς διὰ κηρύγματος. ἀνὴρ δ᾽ ἄξιος μνήμης ἐκ τῆσδε τῆς πόλεως ἀναντιλέκτως μέν ἐστιν Ἔφορος, τῶν Ἰσοκράτους γνωρίμων τοῦ ῥήτορος, τὴν ἱστορίαν συγγράψας καὶ τὰ περὶ τῶν εὑρημάτων: καὶ ἔτι πρότερος τούτου Ἡσίοδος ποιητής: αὐτὸς γὰρ εἴρηκεν ὅτι πατὴρ αὐτοῦ Δῖος μετῴκησεν εἰς Βοιωτοὺς Κύμην Αἰολίδα προλιπώννάσσατο δ᾽ ἄγχ᾽ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ᾽ ἐσθλῇ.
[p. 871]1 Ὅμηρος δ᾽ οὐχ ὁμολογουμένως: πολλοὶ γὰρ ἀμφισβητοῦσιν αὐτοῦ. τὸ δ᾽ ὄνομα ἀπὸ Ἀμαζόνος τῇ πόλει τεθεῖσθαι, καθάπερ καὶ τῇ Μυρίνῃ ἀπὸ τῆς ἐν τῷ Τρωικῷ πεδίῳ κειμένης ὑπὸ τῇ Βατιείᾳτὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης
2 σκώπτεται δὲ καὶ Ἔφορος, διότι τῆς πατρίδος ἔργα οὐκ ἔχων φράζειν ἐν τῇ διαριθμήσει τῶν ἄλλων πράξεων, οὐ μὴν οὐδ᾽ ἀμνημόνευτον αὐτὴν εἶναι θέλων, οὕτως ἐπιφωνεῖκατὰ δὲ τὸν αὐτὸν καιρὸν Κυμαῖοι τὰς ἡσυχίας ἦγον.” Ἐπεὶ δὲ διεληλύθαμεν τὴν Τρωικὴν ἅμα καὶ τὴν Αἰολικὴν παραλίαν, ἐφεξῆς ἂν εἴη τὴν μεσόγαιαν ἐπιδραμεῖν μέχρι τοῦ Ταύρου, φυλάττοντας τὴν αὐτὴν τῆς ἐφόδου τάξιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: