previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2]

εἰκοτολογεῖν δ᾽ ἔστι κἂν εἴ τις τὸν ἀκριβῆ ζητεῖ κατὰ τὸν ποιητὴν ὅρον μέχρι τίνος οἱ Κίλικες διέτεινον καὶ οἱ Πελασγοὶ καὶ ἔτι οἱ μεταξὺ τούτων Κήτειοι λεγόμενοι οἱ ὑπὸ τῷ Εὐρυπύλῳ. περὶ μὲν οὖν τῶν Κιλίκων καὶ τῶν ὑπ᾽ Εὐρυπύλῳ τὰ ἐνόντα εἴρηται, καὶ διότι ἐπὶ τὰ περὶ τὸν Κάικον μάλιστα περατοῦνται. τοὺς δὲ Πελασγοὺς εὔλογον τούτοις ἐφεξῆς τιθέναι ἔκ τε τῶν ὑφ᾽ Ὁμήρου λεγομένων καὶ ἐκ τῆς ἄλλης ἱστορίας. μὲν γὰρ οὕτω φησίνἹππόθοος δ᾽ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων,
τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον:
τῶν ἦρχ᾽ Ἱππόθοός τε Πύλαιός τ᾽ ὄζος Ἄρηος,
υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
1 ἐξ ὧν πλῆθός τε ἐμφαίνει ἀξιόλογον τὸ τῶν Πελασγῶνοὐ γὰρ φῦλον, ἀλλὰ φῦλα ἔφηκαὶ τὴν οἴκησιν ἐν Λαρίσῃ φράζει. πολλαὶ μὲν οὖν αἱ Λάρισαι, δεῖ δὲ τῶν ἐγγύς τινα δέξασθαι, μάλιστα δ᾽ ἂν τὴν περὶ Κύμην ὑπολάβοι τις ὀρθῶς: τριῶν γὰρ οὐσῶν μὲν καθ᾽ Ἁμαξιτὸν ἐν ὄψει τελέως ἐστὶ τῷ Ἰλίῳ, καὶ ἐγγὺς σφόδρα ἐν διακοσίοις που σταδίοις, ὥστ᾽ οὐκ ἂν λέγοιτο πιθανῶς Ἱππόθοος πεσεῖν ἐν τῷ ὑπὲρ Πατρόκλου ἀγῶνιτῆλ᾽ ἀπὸ Λαρίσης,’ ταύτης γε, ἀλλὰ μᾶλλον τῆς περὶ Κύμην: χίλιοι γάρ που στάδιοι μεταξύ: τρίτη δ᾽ ἐστὶ Λάρισα κώμη τῆς Ἐφεσίας ἐν τῷ Καϋστρίῳ πεδίῳ, ἥν φασι πόλιν ὑπάρξαι πρότερον, ἔχουσαν καὶ ἱερὸν Ἀπόλλωνος Λαρισηνοῦ, πλησιάζουσαν τῷ Τμώλῳ μᾶλλον τῇ Ἐφέσῳ: ταύτης γὰρ ἑκατὸν καὶ ὀγδοήκοντα διέχει σταδίους, ὥστε ὑπὸ τοῖς Μῄοσιν ἄν τις τάττοι ταύτην. Ἐφέσιοι δ᾽ αὐξηθέντες ὕστερον πολλὴν τῆς τῶν Μῃόνων, οὓς νῦν [p. 868] Λυδοὺς φαμέν, ἀπετέμοντο, ὥστ᾽ οὐδ᾽ αὕτη ἂν τῶν Πελασγῶν Λάρισα εἴη, ἀλλ᾽ ἐκείνη μᾶλλον. καὶ γὰρ τῆς μὲν ἐν τῇ Καϋστριανῇ Λαρίσης οὐδὲν ἔχομεν τεκμήριον ἰσχυρὸν ὡς ἦν ἤδη τότε: οὐδὲ γὰρ τῆς Ἐφέσου. τῆς δὲ περὶ τὴν Κύμην μαρτύριόν ἐστι πᾶσα Αἰολικὴ ἱστορία μικρὸν ὕστερον τῶν Τρωικῶν γενομένη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: