previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[70]

ἐάσθω δὴ ταῦτα, ἐκεῖνο δ᾽ ὅπερ ἐστὶ μᾶλλον ἐν φανερῷ λαβόντες λέγωμεν, ὅτι ἐν τοῖς περὶ τὸν Κάικον τόποις φαίνεται βεβασιλευκὼς καθ᾽ Ὅμηρον Εὐρύπυλος, ὥστ᾽ ἴσως καὶ τῶν Κιλίκων τι μέρος ἦν ὑπ᾽ αὐτῷ, καὶ οὐ δύο δυναστεῖαι μόνον ἀλλὰ καὶ τρεῖς ὑπῆρξαν ἐν αὐτοῖς. τῷ δὲ λόγῳ τούτῳ συνηγορεῖ τὸ ἐν τῇ Ἐλαΐτιδι χειμαρρῶδες ποτάμιον δείκνυσθαι Κήτειον: ἐμπίπτει δ᾽ οὗτος εἰς ἄλλον ὅμοιον, εἶτ᾽ ἄλλον, καταστρέφουσι δὲ εἰς τὸν Κάικον: δὲ Κάικος οὐκ ἀπὸ τῆς Ἴδης ῥεῖ, καθάπερ εἴρηκε Βακχυλίδης, οὐδ᾽ ὀρθῶς Εὐριπίδης τὸν Μαρσύαν φησίτὰς διωνομασμένας
ναίειν Κελαινὰς ἐσχάτοις Ἴδης τόποις.
1 πολὺ γὰρ τῆς Ἴδης ἄπωθεν αἱ Κελαιναί, πολὺ δὲ καὶ αἱ τοῦ Καΐκου πηγαί: δείκνυνται γὰρ ἐν πεδίῳ. Τῆμνον δ᾽ ἔστιν ὄρος διορίζει τοῦτό τε καὶ τὸ καλούμενον Ἀπίας πεδίον, ὑπέρκειται ἐν τῇ μεσογαίᾳ τοῦ Θήβης πεδίου: ῥεῖ δ᾽ ἐκ τοῦ Τήμνου ποταμὸς Μύσιος ἐμβάλλων εἰς τὸν Κάικον ὑπὸ ταῖς πηγαῖς αὐτοῦ, ἀφ᾽ οὗ δέχονταί [p. 862] τινες εἰπεῖν Αἰσχύλον κατὰ τὴν εἰσβολὴν τοῦ ἐν Μυρμιδόσι προλόγουἰὼ Κάικε Μύσιαί τ᾽ ἐπιρροαί.
2 ἐγγὺς δὲ τῶν πηγῶν κώμη Γέργιθα ἔστιν, εἰς ἣν μετῴκισεν Ἄτταλος τοὺς ἐν τῇ Τρῳάδι τὸ χωρίον ἐξελών.

1 Eur. fr. 1085 (Nauck)

2 Aesch. fr. 143 (Nauck)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: