previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7]

ἐκ δὴ τῶν ὑπὸ τοῦ ποιητοῦ λεγομένων εἰκάζουσιν οἱ φροντίσαντες περὶ τούτων πλέον τι, πᾶσαν τὴν παραλίαν ταύτην ὑπὸ τοῖς Τρωσὶ γεγονέναι, διῃρημένην μὲν εἰς δυναστείας ἐννέα, ὑπὸ δὲ τῷ Πριάμῳ τεταγμένην κατὰ τὸν Ἰλιακὸν πόλεμον καὶ λεγομένην Τροίαν: δῆλον δὲ ἐκ τῶν κατὰ μέρος. οἱ γὰρ περὶ τὸν Ἀχιλλέα τειχήρεις ὁρῶντες τοὺς Ἰλιέας κατ᾽ ἀρχάς, ἔξω ποιεῖσθαι τὸν πόλεμον ἐπεχείρησαν καὶ περιιόντες ἀφαιρεῖσθαι τὰ κύκλῳδώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ᾽ ἀνθρώπων,
πεζὸς δ᾽ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον.
1 Τροίαν γὰρ λέγει τὴν πεπορθημένην ἤπειρον: πεπόρθηται δὲ σὺν ἄλλοις τόποις καὶ τὰ ἀντικείμενα τῇ Λέσβῳ τὰ περὶ Θήβην καὶ Λυρνησσὸν καὶ Πήδασον τὴν τῶν Λελέγων καὶ ἔτι τοῦ Εὐρυπύλου τοῦ Τηλέφου παιδόςἀλλ᾽ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ
2 Νεοπτόλεμος ἥρω Εὐρύπυλον. ταῦτα δὴ πεπορθῆσθαι λέγει καὶ αὐτὴν τὴν Λέσβονὅτε Λέσβον ἐυκτιμένην ἕλεν αὐτός.
3 καὶπέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον
4 καὶΛυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης.
5 ἐκ μὲν Λυρνησσοῦ Βρισηὶς ἑάλωτὴν ἐκ Λυρνησσοῦ ἐξείλετο.
6 ἧς ἐν τῇ ἁλώσει τὸν Μύνητα7 πεσεῖν φησιν, ὡς Βρισηὶς θρηνοῦσα τὸν Πάτροκλον δηλοῖοὐδὲ μὲν οὐδέ μ᾽ ἔασκες, ὅτ᾽ ἄνδρ᾽ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
[p. 820] κλαίειν.
8 ἐμφαίνει γὰρ τὴν Λυρνησσὸν λέγωνπόλιν θείοιο Μύνητος,’ ὡς ἂν δυναστευομένην ὑπ᾽ αὐτοῦ, καὶ ἐνταῦθα πεσεῖν αὐτὸν μαχόμενον. ἐκ δὲ τῆς Θήβης Χρυσηὶς ἐλήφθηᾠχόμεθ᾽ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος.
9 ἐκ δὲ τῶν ἀχθέντων ἐκεῖθεν φησὶν εἶναι τὴν Χρυσηίδα. ἐνθένδε δ᾽ ἦν καὶ Ἀνδρομάχη.“ Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος,
Ἠετίων, ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
Θήβῃ ὑποπλακίῃ, Κιλίκεσσ᾽ ἄνδρεσσιν ἀνάσσων.
10 δευτέρα οὖν αὕτη δυναστεία Τρωικὴ μετὰ τὴν ὑπὸ Μύνητι. οἰκείως δὲ τούτοις καὶ τὸ ὑπὸ τῆς Ἀνδρομάχης λεχθὲν οὕτωςἝκτορ, ἐγὼ δύστηνος: ἰῇ ἄρα γεινόμεθ᾽ αἴσῃ
ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου ἐνὶ οἴκῳ,
αὐτὰρ ἐγὼ Θήβῃσιν,
11 οὐκ οἴονται δεῖν ἐξ εὐθείας ἀκούειν12, ἀλλὰ καθ᾽ ὑπερβατόνἀμφότεροι ἐν Τροίῃ, σὺ μὲν Πριάμου ἐνὶ οἴκῳ, αὐτὰρ ἐγὼ Θήβῃσι.’ τρίτη δ᾽ ἐστὶν τῶν Λελέγων, καὶ αὕτη Τρωική, “ Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει.
13 οὗ τῇ θυγατρὶ συνελθὼν Πρίαμος γεννᾷ τὸν Λυκάονα καὶ Πολύδωρον. καὶ μὴν οἵ γε ὑπὸ τῷ Ἕκτορι ἐν τῷ καταλόγῳ ταττόμενοι λέγονται ΤρῶεςΤρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ.
14 εἶθ᾽ οἱ ὑπὸ τῷ ΑἰνείᾳΔαρδανίων αὖτ᾽ ἦρχεν ἐὺς πάις Ἀγχίσαο
15 καὶ οὗτοι Τρῶες: φησὶ γοῦνΑἰνεία, Τρώων βουληφόρε.
16 εἶθ᾽ οἱ ὑπὸ Πανδάρῳ Λύκιοι, οὓς καὶ αὐτοὺς καλεῖ Τρῶας: “ οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης,
ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο,
Τρῶες: τῶν αὖτ᾽ ἦρχε Λυκάονος ἀγλαὸς υἱός,
Πάνδαρος.
17 ἕκτη δ᾽ αὕτη δυναστεία. καὶ μὴν οἵ γε μεταξὺ τοῦ Αἰσήπου καὶ Ἀβύδου Τρῶες: ὑπὸ μὲν γὰρ τῷ Ἀσίῳ ἐστὶ τὰ περὶ Ἄβυδονοἳ δ᾽ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο,
καὶ Σηστὸν [p. 821] καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
τῶν αὖθ᾽ Ὑρτακίδης ἦρχ᾽ Ἄσιος.
18 ἀλλ᾽ ἐν Ἀβύδῳ μὲν υἱὸς τοῦ Πριάμου διέτριβεν, ἵππους νέμων, πατρῴας δηλονότιἀλλ᾽ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα,
ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ᾽ ἵππων ὠκειάων.
19 ἐν δὲ Περκώτῃ υἱὸς Ἱκετάονος ἐβουνόμει οὐκ ἀλλοτρίας οὐδ᾽ οὗτος βοῦςπρῶτον δ᾽ Ἱκεταονίδην ἐνένιπεν,
ἴφθιμον Μελάνιππον: δ᾽ ὄφρα μὲν εἰλίποδας βοῦς
βόσκ᾽ ἐν Περκώτῃ.
20 ὥστε καὶ αὕτη ἂν εἴη Τρῳὰς καὶ ἐφεξῆς ἕως Ἀδραστείας: ἦρχον γὰρ αὐτῆςυἷε δύω Μέροπος Περκωσίου.
21 πάντες μὲν δὴ Τρῶες οἱ ἀπὸ Ἀβύδου μέχρι Ἀδραστείας, δίχα μέντοι διῃρημένοι, οἱ μὲν ὑπὸ τῷ Ἀσίῳ οἱ δ᾽ ὑπὸ τοῖς Μεροπίδαις: καθάπερ καὶ τῶν Κιλίκων διττή, μὲν Θηβαϊκὴ δὲ Λυρνησσίς: ἐν αὐτῇ δ᾽ ἂν λεχθείη ὑπὸ Εὐρυπύλῳ ἐφεξῆς οὖσα τῇ Λυρνησσίδι. ὅτι δὲ τούτων ἁπάντων ἦρχεν Πρίαμος οἱ τοῦ Ἀχιλλέως λόγοι πρὸς τὸν Πρίαμον σαφῶς ἐμφανίζουσικαί σε, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι,
ὅσσον Λέσβος ἄνω Μάκαρος πόλις ἐντὸς ἐέργει,
καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων.
22

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: