previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[65] Μυσία μὲν οὖν ἔστιν περὶ τὸ Ἀδραμύττιον: ἦν δέ ποτε ὑπὸ Λυδοῖς, καὶ νῦν πύλαι Λύδιαι καλοῦνται ἐν Ἀδραμυττίῳ, Λυδῶνὥς φασιτὴν πόλιν ἐκτικότων. Μυσίας δὲ καὶ Ἄστυρα τὴν πλησίον κώμην φασίν. ἦν δὲ πολίχνη ποτέ, ἐν τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερὸν ἐν ἄλσει, προστατούμενον μετὰ ἁγιστείας ὑπ᾽ Ἀντανδρίων, οἷς μᾶλλον γειτνιᾷ: διέχει δὲ τῆς παλαιᾶς Χρύσης εἴκοσι σταδίους, καὶ αὐτῆς ἐν ἄλσει τὸ ἱερὸν ἐχούσης. αὐτοῦ δὲ καὶ Ἀχίλλειος χάραξ: ἐν δὲ τῇ μεσογαίᾳ ἀπὸ πεντήκοντα σταδίων ἐστὶν Θήβη ἔρημος, ἥν φησιν ποιητήςὑπὸ Πλάκῳ ὑληέσσῃ.’ οὔτε δὲ Πλάκος Πλὰξ ἐκεῖ τι λέγεται, οὔθ᾽ ὕλη ὑπέρκειται καίτοι πρὸς τῇ Ἴδῃ. Ἀστύρων δ᾽ Θήβη διέχει εἰς ἑβδομήκοντα σταδίους, Ἀνδείρων δὲ ἑξήκοντα. πάντα δὲ ταῦτά ἐστι τὰ ὀνόματα τόπων ἐρήμων φαύλως οἰκουμένων ποταμῶν χειμάρρων: τεθρύληται δὲ διὰ τὰς παλαιὰς ἱστορίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: