previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[43] πολυπίδακον δὲ τὴν Ἴδην ἰδίως οἴονται λέγεσθαι διὰ τὸ πλῆθος τῶν ἐξ αὐτῆς ῥεόντων ποταμῶν καθ᾽ μάλιστα Δαρδανικὴ ὑποπέπτωκεν αὐτῇ καὶ μέχρι Σκήψεως καὶ τὰ περὶ Ἴλιον. ἔμπειρος δ᾽ ὢν τῶν τόπων ὡς ἂν ἐπιχώριος ἀνὴρ Δημήτριος τοτὲ μὲν οὕτως [p. 843] λέγει περὶ αὐτῶν: ἔστι γὰρ λόφος τις τῆς Ἴδης Κότυλος: ὑπέρκειται δ᾽ οὗτος ἑκατόν που καὶ εἴκοσι σταδίοις Σκήψεως, ἐξ οὗ τε Σκάμανδρος ῥεῖ καὶ Γράνικος καὶ Αἴσηπος, οἱ μὲν πρὸς ἄρκτον καὶ τὴν Προποντίδα ἐκ πλειόνων πηγῶν συλλειβόμενοι, δὲ Σκάμανδρος ἐπὶ δύσιν ἐκ μιᾶς πηγῆς: πᾶσαι δ᾽ ἀλλήλαις πλησιάζουσιν ἐν εἴκοσι σταδίων περιεχόμεναι διαστήματι: πλεῖστον δ᾽ ἀφέστηκεν ἀπὸ τῆς ἀρχῆς τὸ τοῦ Αἰσήπου τέλος, σχεδόν τι καὶ πεντακοσίους σταδίους. παρέχει δὲ λόγον πῶς φησὶν ποιητήςκρουνὼ δ᾽ ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ
δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος:
μὲν γάρ θ᾽ ὕδατι λιαρῷ ῥέει,
1 ἐστι θερμῷ: ἐπιφέρει δέἀμφὶ δὲ καπνὸς
γίγνεται ἐξ αὐτῆς ὡσεὶ πυρός.
δ᾽ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ
χιόνι ψυχρῇ.
2οὔτε γὰρ θερμὰ νῦν ἐν τῷ τόπῳ εὑρίσκεται, οὔθ᾽ τοῦ Σκαμάνδρου πηγὴ ἐνταῦθα ἀλλ᾽ ἐν τῷ ὄρει, καὶ μία, ἀλλ᾽ οὐ δύο. τὰ μὲν οὖν θερμὰ ἐκλελεῖφθαι εἰκός, τὸ δὲ ψυχρὸν κατὰ διάδυσιν ὑπεκρέον ἐκ τοῦ Σκαμάνδρου κατὰ τοῦτ᾽ ἀνατέλλειν τὸ χωρίον, καὶ διὰ τὸ πλησίον εἶναι τοῦ Σκαμάνδρου καὶ τοῦτο τὸ ὕδωρ λέγεσθαι τοῦ Σκαμάνδρου πηγήν: οὕτω γὰρ λέγονται πλείους πηγαὶ τοῦ αὐτοῦ ποταμοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: