previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[39] Τίμαιον δὲ ψεύσασθαί φησιν Δημήτριος ἱστοροῦντα ἐκ τῶν λίθων τῶν ἐξ Ἰλίου Περίανδρον ἐπιτειχίσαι τὸ Ἀχίλλειον τοῖς Ἀθηναίοις, βοηθοῦντα τοῖς περὶ Πιττακόν: ἐπιτειχισθῆναι μὲν γὰρ ὑπὸ τῶν Μιτυληναίων τὸν τόπον τοῦτον τῷ Σιγείῳ, οὐ μὴν ἐκ λίθων τοιούτων οὐδ᾽ ὑπὸ τοῦ Περιάνδρου. πῶς γὰρ ἂν αἱρεθῆναι διαιτητὴν τὸν προσπολεμοῦντα; Ἀχίλλειον δ᾽ ἔστιν τόπος ἐν τὸ Ἀχιλλέως μνῆμα, κατοικία μικρά. κατέσκαπται δὲ καὶ τὸ Σίγειον ὑπὸ τῶν Ἰλιέων ἀπειθοῦν: ὑπ᾽ ἐκείνοις γὰρ ἦν ὕστερον παραλία πᾶσα μέχρι Δαρδάνου, καὶ νῦν ὑπ᾽ ἐκείνοις ἐστί. τὸ δὲ παλαιὸν ὑπὸ τοῖς Αἰολεῦσιν ἦν τὰ πλεῖστα, ὥστε Ἔφορος οὐκ ὀκνεῖ πᾶσαν τὴν ἀπὸ Ἀβύδου μέχρι Κύμης καλεῖν Αἰολίδα. Θουκυδίδης δέ φησιν ἀφαιρεθῆναι τὴν Τροίαν ὑπὸ Ἀθηναίων τοὺς Μιτυληναίους ἐν τῷ Πελοποννησιακῷ πολέμῳ τῷ Παχητείῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: