previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[36]

καὶ μὴν τό γε ναύσταθμον τὸ νῦν ἔτι λεγόμενον πλησίον οὕτως ἐστὶ τῆς νῦν πόλεως, ὥστε θαυμάζειν εἰκότως ἄν τινα τῶν μὲν τῆς ἀπονοίας τῶν δὲ τοὐναντίον τῆς ἀψυχίας: ἀπονοίας μέν, εἰ τοσοῦτον χρόνον ἀτείχιστον αὐτὸ εἶχον, πλησίον οὔσης τῆς πόλεως καὶ τοσούτου πλήθους τοῦ τ᾽ ἐν αὐτῇ καὶ τοῦ ἐπικουρικοῦ: νεωστὶ γὰρ γεγονέναι φησὶ τὸ τεῖχος οὐδ᾽ ἐγένετο, δὲ πλάσας ποιητὴς ἠφάνισεν, ὡς Ἀριστοτέλης φησίν): ἀψυχίας δέ, εἰ γενομένου τοῦ τείχους ἐτειχομάχουν καὶ εἰσέπεσον εἰς αὐτὸ τὸ ναύσταθμον καὶ προσεμάχοντο ταῖς ναυσίν, ἀτείχιστον δὲ ἔχοντες οὐκ ἐθάρρουν προσιόντες πολιορκεῖν μικροῦ τοῦ διαστήματος ὄντος: ἔστι γὰρ τὸ ναύσταθμον πρὸς Σιγείῳ, πλησίον δὲ καὶ Σκάμανδρος ἐκδίδωσι διέχων τοῦ Ἰλίου σταδίους εἴκοσιν. εἰ δὲ φήσει τις τὸν νῦν λεγόμενον Ἀχαιῶν λιμένα εἶναι τὸ ναύσταθμον, ἐγγυτέρω τινὰ λέξει τόπον ὅσον δώδεκα σταδίους διεστῶτα τῆς πόλεως, τὸ ἐπὶ θαλάττῃ πεδίον συμπροστιθείς ... διότι τοῦτο πᾶν πρόχωμα τῶν ποταμῶν ἐστι τὸ πρὸ τῆς πόλεως ἐπὶ θαλάττῃ πεδίον, ὥστε εἰ δωδεκαστάδιόν ἐστι νῦν τὸ μεταξύ, τότε καὶ τῷ ἡμίσει ἔλαττον ὑπῆρχε. καὶ διήγησις δ᾽ πρὸς τὸν Εὔμαιον ὑπὸ τοῦ Ὀδυσσέως διασκευασθεῖσα μέγα ἐμφαίνει τὸ διάστημα τὸ μέχρι τῆς πόλεως ἀπὸ τοῦ ναυστάθμουὡς ὅθ᾽ ὑπὸ Τροίῃ λόχον ἤγομεν.
1 φησὶ γὰρ ὑποβάςλίην γὰρ νηῶν ἑκὰς ἤλθομεν.
2 ἐπί τε τὴν κατασκοπὴν πέμπονται [p. 839] γνωσόμενοι, πότερον μενοῦσι παρὰ νηυσὶν ἀπόπροθεν πολὺ ἀπεσπασμένοι τοῦ οἰκείου τείχουςἠὲ πόλινδε
ἂψ ἀναχωρήσουσι.
3 καὶ Πολυδάμαςἀμφὶ μάλα φράζεσθε, φίλοι: κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι
φησίνἑκὰς δ᾽ ἀπὸ τείχεός εἰμεν.
4 παρατίθησι δ᾽ Δημήτριος καὶ τὴν Ἀλεξανδρίνην Ἑστίαιαν μάρτυρα, τὴν συγγράψασαν περὶ τῆς Ὁμήρου Ἰλιάδος, πυνθανομένην εἰ περὶ τὴν νῦν πόλιν πόλεμος συνέστη, καὶ ... τὸ Τρωικὸν πεδίον, μεταξὺ τῆς πόλεως καὶ τῆς θαλάττης ποιητὴς φράζει: τὸ μὲν γὰρ πρὸ τῆς νῦν πόλεως ὁρώμενον πρόχωμα εἶναι τῶν ποταμῶν ὕστερον γεγονός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: