previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6] ἀλλὰ τό γε ἆθλον προκεῖσθαι κοινὸν τὴν ἀρετὴν τῆς χώρας ἧς λέγω τοῖς ἰσχύουσιν ἐκ πολλῶν βεβαιοῦται καὶ πρὸ τῶν Τρωικῶν καὶ μετὰ τὰ Τρωικά: ὅπου καὶ Ἀμαζόνες κατεθάρρησαν αὐτῆς, ἐφ᾽ ἃς τε Πρίαμος στρατεῦσαι λέγεται καὶ Βελλεροφόντης: πόλεις τε παλαιαὶ ὁμολογοῦνται ἐπώνυμοι αὐτῶν: ἐν δὲ τῷ Ἰλιακῷ πεδίῳ κολώνη τις ἔστινἣν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης,
1 ἣν ἱστοροῦσι μίαν εἶναι τῶν Ἀμαζόνων ἐκ τοῦ ἐπιθέτου τεκμαιρόμενοι: εὐσκάρθμους γὰρ ἵππους λέγεσθαι διὰ τὸ τάχος: κἀκείνην οὖν πολύσκαρθμον διὰ τὸ ἀπὸ τῆς ἡνιοχείας τάχος: καὶ Μύρινα οὖν ἐπώνυμος ταύτης λέγεται. καὶ αἱ ἐγγὺς δὲ νῆσοι ταῦτ᾽ ἔπαθον διὰ τὴν ἀρετήν, ὧν Ῥόδος καὶ Κῶς ὅτι πρὸ τῶν Τρωικῶν ἤδη ὑφ᾽ Ἑλλήνων ᾠκοῦντο καὶ ὑφ᾽ Ὁμήρου σαφῶς ἐκμαρτυρεῖται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: