previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[30] τῇ γὰρ Φαρνακίᾳ συνεχής ἐστιν Σιδήνη καὶ [p. 781] Θεμίσκυρα. τούτων δ᾽ Φανάροια ὑπέρκειται μέρος ἔχουσα τοῦ Πόντου τὸ κράτιστον: καὶ γὰρ ἐλαιόφυτός ἐστι καὶ εὔοινος καὶ τὰς ἄλλας ἔχει πάσας ἀρετάς, ἐκ μὲν τῶν ἑῴων μερῶν προβεβλημένη τὸν Παρυάδρην παράλληλον αὐτῇ κατὰ μῆκος, ἐκ δὲ τῶν πρὸς δύσιν τὸν Λίθρον καὶ τὸν Ὄφλιμον. ἔστι δ᾽ αὐλὼν καὶ μῆκος ἔχων ἀξιόλογον καὶ πλάτος: διαρρεῖ δ᾽ αὐτὴν ἐκ μὲν τῆς Ἀρμενίας Λύκος, ἐκ δὲ τῶν περὶ Ἀμάσειαν στενῶν Ἶρις: συμβάλλουσι δ᾽ ἀμφότεροι κατὰ μέσον που τὸν αὐλῶνα, ἐπὶ τῇ συμβολῇ δ᾽ ἵδρυται πόλις, ἣν μὲν πρῶτος ὑποβεβλημένος Εὐπατορίαν ἀφ᾽ αὑτοῦ προσηγόρευσε, Πομπήιος δ᾽ ἡμιτελῆ καταλαβών, προσθεὶς χώραν καὶ οἰκήτορας Μαγνόπολιν προσεῖπεν. αὕτη μὲν οὖν ἐν μέσῳ κεῖται τῷ πεδίῳ, πρὸς αὐτῇ δὲ τῇ παρωρείᾳ τοῦ Παρυάδρου Κάβειρα ἵδρυται, σταδίοις ἑκατὸν καὶ πεντήκοντά που νοτιωτέρα τῆς Μαγνοπόλεως, ὅσον καὶ Ἀμάσεια δυσμικωτέρα αὐτῆς ἐστιν: ἐν δὲ τοῖς Καβείροις τὰ βασίλεια Μιθριδάτου κατεσκεύαστο καὶ ὑδραλέτης καὶ τὰ ζωγρεῖα καὶ αἱ πλησίον θῆραι καὶ τὰ μέταλλα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: