previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[23] νὴ Δία, ἀλλά φησι δεῖν ἔνια καὶ ἀκύρως προστιθέμενα δέχεσθαι, ὡς καὶτῆλ᾽ ἐξ Ἀσκανίης
1 καὶἈρναῖος δ᾽ ὄνομ᾽ ἔσκε, τὸ γὰρ θέτο πότνια μήτηρ,
2 καὶεἵλετο δὲ κληῖδ᾽ εὐκαμπέα χειρὶ παχείῃ Πηνελόπη.
3 δεδόσθω δὴ καὶ τοῦτο: ἀλλ᾽ ἐκεῖνα οὐ δοτέα, οἷς προσέχων Δημήτριος οὐδὲ τοῖς ὑπολαβοῦσι δεῖν ἀκούειντηλόθεν ἐκ Χαλύβηςπιθανῶς ἀντείρηκε. συγχωρήσας γὰρ ὅτι, εἰ καὶ μὴ ἔστι νῦν ἐν τοῖς Χάλυψι τὰ ἀργυρεῖα, ὑπάρξαι γε ἐνεδέχετο, ἐκεῖνό γε οὐ συγχωρεῖ ὅτι καὶ ἔνδοξα ἦν καὶ ἄξια μνήμης, καθάπερ τὰ σιδηρεῖα. τί δὲ κωλύει, φαίη τις ἄν,4 καὶ ἔνδοξα εἶναι, καθάπερ καὶ τὰ σιδηρεῖα; σιδήρου μὲν εὐπορία τόπον ἐπιφανῆ δύναται ποιεῖν, ἀργύρου δ᾽ οὔ; τί δ᾽ εἰ μὴ κατὰ τοὺς ἥρωας, ἀλλὰ καθ᾽ Ὅμηρον εἰς δόξαν ἀφῖκτο τὰ ἀργυρεῖα, ἆρα μέμψαιτό τις ἂν τὴν ἀπόφασιν τοῦ ποιητοῦ; πῶς οὖν εἰς τὸν ποιητὴν δόξα ἀφίκετο; πῶς [p. 775] δ᾽ τοῦ ἐν τῇ Τεμέσῃ χαλκοῦ τῇ Ἰταλιώτιδι; πῶς δ᾽ τοῦ Θηβαϊκοῦ πλούτου τοῦ κατ᾽ Αἴγυπτον; καίτοι διπλάσιον σχεδόν τι διέχοντα τῶν Αἰγυπτίων Θηβῶν τῶν Χαλδαίων. ἀλλ᾽ οὐδ᾽ οἷς συνηγορεῖ, τούτοις ὁμολογεῖ: τὰ γὰρ περὶ τὴν Σκῆψιν τοποθετῶν τὴν ἑαυτοῦ πατρίδα, πλησίον τῆς Σκήψεως καὶ τοῦ Αἰσήπου Νέαν κώμην καὶ Ἀργυρίαν λέγει καὶ Ἀλαζονίαν. ταῦτα μὲν οὖν εἰ καὶ ἔστι, πρὸς ταῖς πηγαῖς ἂν εἴη τοῦ Αἰσήπου. δὲ Ἑκαταῖος λέγει ἐπέκεινα τῶν ἐκβολῶν αὐτοῦ, τε Παλαίφατος πρότερον μὲν Ἀλόπην οἰκεῖν φήσας νῦν δὲ Ζέλειαν, οὐδὲν ὅμοιον λέγει τούτοις. εἰ δ᾽ ἄρα Μενεκράτης, καὶ οὐδ᾽ οὗτος τὴν Ἀλόπην Ἀλόβην ὅπως ποτὲ βούλονται γράφειν φράζει ἥτις ἐστίν, οὐδ᾽ αὐτὸς Δημήτριος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: