previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2]

τὸ γὰρ ὄρος τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς Καρίας καὶ Λυκίας, ἀλλ᾽ ἐνταῦθα μὲν οὔτε πλάτος οὔτε ὕψος ἀξιόλογον δείκνυσιν: ἐξαίρεται δὲ πολὺ πρῶτον κατὰ τὰς Χελιδονίαςαὗται δ᾽ εἰσὶ νῆσοι κατὰ τὴν ἀρχὴν τῆς Παμφύλων παραλίας), ἐπὶ δὲ τὰς ἀνατολὰς ἐκτεινόμενον αὐλῶνας μακροὺς ἀπολαμβάνει τοὺς τῶν Κιλίκων: εἶτα τῇ μὲν τὸ Ἀμανὸν ἀπ᾽ αὐτοῦ σχίζεται τῇ δὲ Ἀντίταυρος, ἐν τὰ Κόμανα ἵδρυται τὰ ἐν τοῖς ἄνω λεγομένοις Καππάδοξιν. οὗτος μὲν οὖν ἐν τῇ [p. 732] Καταονίᾳ τελευτᾷ, τὸ δὲ Ἀμανὸν ὄρος μέχρι τοῦ Εὐφράτου καὶ τῆς Μελιτηνῆς πρόεισι, καθ᾽ ἣν Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται: ἐκδέχεται δὲ τὰ πέραν τοῦ Εὐφράτου ὄρη, συνεχῆ μὲν τοῖς προειρημένοις πλὴν ὅσον διακόπτει ῥέων διὰ μέσων ποταμός, πολλὴν δ᾽ ἐπίδοσιν λαμβάνει εἰς τὸ ὕψος καὶ τὸ πλάτος καὶ τὸ πολυσχιδές. τὸ δ᾽ οὖν νοτιώτατον μάλιστά ἐστιν Ταῦρος ὁρίζων τὴν Ἀρμενίαν ἀπὸ τῆς Μεσοποταμίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: