previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ Ἀρία καὶ Μαργιανὴ κράτιστα χωρία ἐστὶ ταύτῃ, τῇ μὲν ὑπὸ τῶν ὀρῶν ἐγκλειόμενα τῇ δ᾽ ἐν πεδίοις τὰς οἰκήσεις ἔχοντα. τὰ μὲν οὖν ὄρη νέμονται σκηνῖταί τινες, τὰ δὲ πεδία ποταμοῖς διαρρεῖται ποτίζουσιν αὐτὰ τὰ μὲν τῷ Ἀρίῳ τὰ δὲ Μάργῳ. ὁμορεῖ δὲ Ἀρία τῇ Βακτριανῇ καὶ τὴν ὑποστᾶσαν ὄρει τῷ ἔχοντι τὴν Βακτριανήν: διέχει δὲ τῆς Ὑρκανίας περὶ ἑξακισχιλίους σταδίους. συντελὴς δ᾽ ἦν αὐτῇ καὶ Δραγγιανὴ μέχρι Καρμανίας, τὸ μὲν πλέον τοῖς νοτίοις μέρεσι τῶν ὀρῶν ὑποπεπτωκυῖα, ἔχουσα μέντοι τινὰ τῶν μερῶν καὶ τοῖς ἀρκτικοῖς πλησιάζοντα τοῖς κατὰ τὴν Ἀρίαν: καὶ Ἀραχωσία δὲ οὐ πολὺ ἄπωθέν ἐστι, καὶ αὕτη τοῖς νοτίοις μέρεσι τῶν ὀρῶν ὑποπεπτωκυῖα καὶ μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ τεταμένη, μέρος οὖσα τῆς Ἀριανῆς. μῆκος δὲ τῆς Ἀρίας ὅσον δισχίλιοι στάδιοι, πλάτος δὲ τριακόσιοι τοῦ πεδίου: [p. 725] πόλεις δὲ Ἀρτακάηνα καὶ Ἀλεξάνδρεια καὶ Ἀχαΐα, ἐπώνυμοι τῶν κτισάντων. εὐοινεῖ δὲ σφόδρα γῆ: καὶ γὰρ εἰς τριγονίαν παραμένει ἐν ἀπιττώτοις ἄγγεσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: