previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[21] ἴδιον δ᾽ αὐτοῖς τὸ περὶ τοὺς ἔρωτας νόμιμον: οὐ γὰρ πειθοῖ κατεργάζονται τοὺς ἐρωμένους ἀλλ᾽ ἁρπαγῇ: προλέγει τοῖς φίλοις πρὸ τριῶν πλειόνων ἡμερῶν ἐραστὴς ὅτι μέλλει τὴν ἁρπαγὴν ποιεῖσθαι: τοῖς [p. 680] δ᾽ ἀποκρύπτειν μὲν τὸν παῖδα μὴ ἐᾶν πορεύεσθαι τὴν τεταγμένην ὁδὸν τῶν αἰσχίστων ἐστίν, ὡς ἐξομολογουμένοις ὅτι ἀνάξιος παῖς εἴη τοιούτου ἐραστοῦ τυγχάνειν: συνιόντες δ᾽, ἂν μὲν τῶν ἴσων τῶν ὑπερεχόντων τις τοῦ παιδὸς τιμῇ καὶ τοῖς ἄλλοις ἁρπάζων, ἐπιδιώκοντες ἀνθήψαντο μόνον μετρίως τὸ νόμιμον ἐκπληροῦντες, τἆλλα δ᾽ ἐπιτρέπουσιν ἄγειν χαίροντες: ἂν δ᾽ ἀνάξιος, ἀφαιροῦνται: πέρας δὲ τῆς ἐπιδιώξεώς ἐστιν ἕως ἂν ἀχθῇ παῖς εἰς τὸ τοῦ ἁρπάσαντος ἀνδρεῖον. ἐράσμιον δὲ νομίζουσιν οὐ τὸν κάλλει διαφέροντα, ἀλλὰ τὸν ἀνδρείᾳ καὶ κοσμιότητι ... καὶ δωρησάμενος ἀπάγει τὸν παῖδα τῆς χώρας εἰς ὃν βούλεται τόπον: ἐπακολουθοῦσι δὲ τῇ ἁρπαγῇ οἱ παραγενόμενοι, ἑστιαθέντες δὲ καὶ συνθηρεύσαντες δίμηνονοὐ γὰρ ἔξεστι πλείω χρόνον κατέχειν τὸν παῖδαεἰς τὴν πόλιν καταβαίνουσιν. ἀφίεται δ᾽ παῖς δῶρα λαβὼν στολὴν πολεμικὴν καὶ βοῦν καὶ ποτήριον. ταῦτα μὲν τὰ κατὰ τὸν νόμον δῶρα ... καὶ ἄλλα πλείω καὶ πολυτελῆ, ὥστε συνερανίζειν τοὺς φίλους διὰ τὸ πλῆθος τῶν ἀναλωμάτων. τὸν μὲν οὖν βοῦν θύει τῷ Διὶ καὶ ἑστιᾷ τοὺς συγκαταβαίνοντας, εἶτ᾽ ἀποφαίνεται περὶ τῆς πρὸς τὸν ἐραστὴν ὁμιλίας εἴτ᾽ ἀσμενίζων τετύχηκεν εἴτε μή, τοῦ νόμου τοῦτ᾽ ἐπιτρέψαντος, ἵν᾽ εἴ τις αὐτῷ βία προσενήνεκται κατὰ τὴν ἁρπαγήν, ἐνταῦθα παρῇ τιμωρεῖν ἑαυτῷ καὶ ἀπαλλάττεσθαι. τοῖς δὲ καλοῖς τὴν ἰδέαν καὶ προγόνων ἐπιφανῶν αἰσχρὸν ἐραστῶν μὴ τυχεῖν, ὡς διὰ τὸν τρόπον τοῦτο παθοῦσιν. ἔχουσι δὲ τιμὰς οἱ παρασταθέντεςοὕτω γὰρ καλοῦσι τοὺς ἁρπαγέντας): ἔν τε γὰρ τοῖς χοροῖς καὶ τοῖς δρόμοις ἔχουσι τὰς ἐντιμοτάτας χώρας, τῇ τε στολῇ κοσμεῖσθαι διαφερόντως τῶν ἄλλων ἐφίεται τῇ δοθείσῃ παρὰ τῶν ἐραστῶν, καὶ οὐ τότε μόνον ἀλλὰ καὶ [p. 681] τέλειοι γενόμενοι διάσημον ἐσθῆτα φέρουσιν, ἀφ᾽ ἧς γνωσθήσεται ἕκαστος κλεινὸς γενόμενος: τὸν μὲν γὰρ ἐρώμενον καλοῦσι κλεινὸν τὸν δ᾽ ἐραστὴν φιλήτορα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: