previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[12]

ἐκ δὲ Λεβῆνος ἦν Λευκοκόμας τε καὶ ἐραστὴς αὐτοῦ Εὐξύνθετος, οὓς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ ἔρωτος λόγῳ, ἄθλων ὧν Λευκοκόμας τῷ Εὐξυνθέτῳ προσέταξεν ἕνα φήσας εἶναι τοῦτον, τὸν ἐν Πράσῳ κύνα ἀναγαγεῖν αὐτῷ: ὅμοροι δ᾽ εἰσὶν αὐτοῖς οἱ Πράσιοι, τῆς μὲν θαλάττης ἑβδομήκοντα Γόρτυνος δὲ διέχοντες ἑκατὸν καὶ ὀγδοήκοντα. εἴρηται δὲ ὅτι τῶν Ἐτεοκρήτων ὑπῆρχεν Πρᾶσος καὶ διότι ἐνταῦθα τὸ τοῦ Δικταίου Διὸς ἱερόν: καὶ γὰρ Δίκτη πλησίον, οὐχ ὡς Ἄρατοςὄρεος σχεδὸν Ἰδαίοιο.’ καὶ γὰρ χιλίους Δίκτη τῆς Ἴδης ἀπέχει, πρὸς ἀνίσχοντα ἥλιον ἀπ᾽ αὐτῆς κειμένη, τοῦ δὲ Σαμωνίου ἑκατόν. μεταξὺ δὲ τοῦ Σαμωνίου καὶ τῆς Χερρονήσου Πρᾶσος ἵδρυτο ὑπὲρ τῆς θαλάττης ἑξήκοντα σταδίοις: κατέσκαψαν δ᾽ Ἱεραπύτνιοι. οὐκ εὖ δὲ οὐδὲ τὸν Καλλίμαχον λέγειν φασίν, ὡς Βριτόμαρτις φεύγουσα τὴν Μίνω βίαν ἀπὸ τῆς Δίκτης ἅλοιτο εἰς ἁλιέων δίκτυα, καὶ διὰ τοῦτο αὐτὴ μὲν Δίκτυννα ὑπὸ τῶν Κυδωνιατῶν προσαγορευθείη, Δίκτη δὲ τὸ ὄρος: οὐδὲ γὰρ ὅλως ἐκ γειτόνων ἐστὶ τοῖς τόποις τούτοις Κυδωνία, πρὸς δὲ τοῖς ἑσπερίοις κεῖται τῆς νήσου πέρασι. τῆς [p. 674] μέντοι Κυδωνίας ὄρος ἐστὶ Τίτυρος, ἐν ἱερόν ἐστιν οὐ Δικταῖον ἀλλὰ Δικτύνναιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: