previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοὺς δὲ Κουρῆτας τῶν μὲν Ἀκαρνᾶσι τῶν δ᾽ Αἰτωλοῖς προσνεμόντων, καὶ τῶν μὲν ἐκ Κρήτης τῶν δ᾽ ἐξ Εὐβοίας τὸ γένος εἶναι φασκόντων, ἐπειδὴ καὶ Ὅμηρος αὐτῶν μέμνηται, τὰ παρ᾽ ἐκείνου πρῶτον ἐπισκεπτέον. οἴονται δ᾽ αὐτὸν λέγειν Αἰτωλοὺς μᾶλλον Ἀκαρνᾶνας, εἴπερ οἱ Πορθαονίδαι ἦσανἄγριος ἠδὲ Μέλας, τρίτατος δ᾽ ἦν ἱππότα Οἰνεύς:
ᾤκεον δ᾽ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι.
1αὗται δ᾽ εἰσὶν Αἰτωλικαὶ πόλεις ἀμφότεραι καὶ φέρονται ἐν τῷ Αἰτωλικῷ καταλόγῳ ὥστε, ἐπεὶ τὴν Πλευρῶνα οἰκοῦντες φαίνονται καὶ κατ᾽ αὐτὸν οἱ Κουρῆτες, Αἰτωλοὶ ἂν εἶεν. οἱ δ᾽ ἀντιλέγοντες τῷ τρόπῳ τῆς φράσεως παράγονται ὅταν φῇΚουρῆτές τ᾽ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
ἀμφὶ πόλιν Καλυδῶνα.
2οὐδὲ γὰρ ἂν κυρίως εἶπεν οὕτωςἐμάχοντο Βοιωτοὶ καὶ Θηβαῖοι πρὸς ἀλλήλουςοὐδ᾽Ἀργεῖοι καὶ Πελοποννήσιοι.’ ἐδείχθη δ᾽ ἐν τοῖς ἔμπροσθεν ὅτι ἐστὶ καὶ ὁμηρικὸν τὸ ἔθος τοῦτο τῆς φράσεως καὶ ὑπὸ τῶν ἄλλων ποιητῶν τετριμμένον: τοῦτο μὲν οὖν εὐαπολόγητον. ἐκεῖνοι δὲ λεγέτωσαν πῶς ἂν μὴ ὁμοεθνεῖς ὄντας μηδ᾽ Αἰτωλοὺς τοὺς Πλευρωνίους ἐν τοῖς Αἰτωλοῖς κατέλεγεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: