previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

῎ετι δὲ παχυμερέστερον τὸ φήσαντα μὴ ὁρᾶν εἰς τί πραγματικὸν καταστρέφει τὸ τοὺς ὅρους ζητεῖν, παραθεῖναι τὸν Κολυττὸν καὶ τὴν Μελίτην, εἶτ᾽ εἰς τἀναντία περιτρέπεσθαι. εἰ γὰρ οἱ περὶ Θυρεῶν καὶ [p. 87] Ὠρωποῦ πόλεμοι διὰ τὰς τῶν ὅρων ἀγνοίας ἀπέβησαν, εἰς πραγματικόν τι καταστρέφον τὸ διαχωρίζειν τὰς χώρας: τοῦτο λέγει, ὡς ἐπὶ μὲν τῶν χωρίων καὶ νὴ Δία τῶν καθ᾽ ἕκαστα ἐθνῶν πραγματικὸν τὸ διορίζειν ἀκριβῶς, ἐπὶ δὲ τῶν ἠπείρων περιττόν; καίτοι οὐδὲ ἐνταῦθα ἧττον οὐδέν: γένοιτο γὰρ ἂν καὶ ἐπὶ τούτων ἡγεμόσι μεγάλοις ἀμφισβήτησις, τῷ μὲν ἔχοντι τὴν Ἀσίαν, τῷ δὲ τὴν Λιβύην, ὁποτέρου δή ἐστιν Αἴγυπτος, δηλονότι κάτω λεγομένη τῆς Αἰγύπτου χώρα. κἂν ἐάσῃ δέ τις τοῦτο διὰ τὸ σπάνιον, ἄλλως φατέον διαιρεῖσθαι τὰς ἠπείρους κατὰ μέγαν διορισμὸν καὶ πρὸς τὴν οἰκουμένην ὅλην ἀναφερόμενον: καθ᾽ ὃν οὐδὲ τούτου φροντιστέον, εἰ οἱ τοῖς ποταμοῖς διορίσαντες ἀπολείπουσί τινα χωρία ἀδιόριστα, τῶν ποταμῶν μὴ μέχρι τοῦ ὠκεανοῦ διηκόντων μηδὲ νήσους ὡς ἀληθῶς ἀπολειπόντων τὰς ἠπείρους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: