previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[36]

περὶ δὲ τῶν τοῦ ὠκεανοῦ παθῶν εἴρηται μὲν ἐν μύθου σχήματι: καὶ γὰρ τούτου στοχάζεσθαι δεῖ τὸν ποιητήν. ἀπὸ γὰρ τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων Χάρυβδις αὐτῷ μεμύθευται, οὐδ᾽ αὐτὴ παντάπασιν Ὁμήρου πλάσμα οὖσα, ἀλλ᾽ ἀπὸ τῶν ἱστορουμένων περὶ τὸν Σικελικὸν πορθμὸν διεσκευασμένη. εἰ δὲ δὶς τῆς παλιρροίας γινομένης καθ᾽ ἑκάστην ἡμέραν καὶ νύκτα ἐκεῖνος τρὶς εἴρηκετρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι, τρὶς δ᾽ ἀναροιβδεῖ,’ λέγοιτ᾽ ἂν καὶ οὕτως: οὐ γὰρ κατ᾽ ἄγνοιαν τῆς ἱστορίας ὑποληπτέον λέγεσθαι τοῦτο, ἀλλὰ τραγῳδίας χάριν καὶ φόβου, ὃν Κίρκη πολὺν τοῖς λόγοις προστίθησιν ἀποτροπῆς χάριν, ὥστε καὶ τὸ ψεῦδος παραμίγνυσθαι. ἐν αὐτοῖς γοῦν τοῖς ἔπεσι τούτοις εἴρηκε μὲν οὕτως Κίρκητρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι, τρὶς δ᾽ ἀναροιβδεῖ δεινόν: μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειε: οὐ γάρ κεν ῥύσαιτό σ᾽ ὑπὲκ κακοῦ οὐδ᾽ Ἐνοσίχθων.’ καὶ μὴν παρέτυχέ τε τῇ ἀναρροιβδήσει Ὀδυσσεὺς καὶ οὐκ ἀπώλετο, ὥς φησιν αὐτός μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ: αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ᾽ ἀερθείς, τῷ προσφὺς ἐχόμην, ὡς νυκτερίς.’ εἶτα περιμείνας τὰ ναυάγια καὶ λαβόμενος πάλιν αὐτῶν σώζεται, ὥστ᾽ ἐψεύσατο Κίρκη. ὡς οὖν τοῦτο, κἀκεῖνο τὸτρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματιἀντὶ τοῦ δίς, ἅμα καὶ τῆς ὑπερβολῆς τῆς τοιαύτης [p. 57] συνήθους πᾶσιν οὔσης, τρισμακαρίους καὶ τρισαθλίους λεγόντων: καὶ ποιητήςτρισμάκαρες Δαναοί,’ καίἀσπασίη τρίλλιστος,’ ‘τριχθά τε καὶ τετραχθά.’ ἴσως δ᾽ ἄν τις καὶ ἀπὸ τῆς ὥρας τεκμήραιτο, ὅτι ὑπαινίττεταί πως τὸ ἀληθές: μᾶλλον γὰρ ἂν ἐφαρμόττοι τῷ δὶς γενέσθαι τὴν παλίρροιαν κατὰ τὸν συνάμφω χρόνον, τὸν ἐξ ἡμέρας καὶ νυκτός, τῷ τρὶς τοσοῦτον χρόνον μεῖναι τὰ ναυάγια ὑποβρύχια, ὀψὲ δὲ ἀναβληθῆναι ποθοῦντι. καὶ συνεχῶς προσισχομένῳ τοῖς κλάδοιςνωλεμέως δ᾽ ἐχόμην, ὄφρ᾽ ἐξεμέσειεν ὀπίσσω ἱστὸν καὶ τρόπιν αὖτις, ἐελδομένῳ δέ μοι ἦλθεν ὄψ᾽: ἦμός τ᾽ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη, κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, καὶ τότε δήμοι δοῦρα Χαρύβδιος ἐξεφαάνθη.’ πάντα γὰρ ταῦτα χρόνου τινὸς ἔμφασιν ἀξιολόγου δίδωσι, καὶ μάλιστα τὸ τὴν ἑσπέραν ἐπιτεῖναι, μὴ κοινῶς εἰπόντα, ἡνίκα δικαστὴς ἀνίσταται, ἀλλ᾽ ἡνίκα κρίνων νείκεα πολλά, ὥστε βραδῦναι πλέον τι καὶ ἄλλως δὲ οὐ πιθανὴν ἂν ὑπέτεινε τῷ ναυαγῷ τὴν ἀπαλλαγήν, εἰ πρὶν ἀποσπασθῆναι πολὺ καὶ αὐτίκα εἰς τοὐπίσω παλίρρους μετέπιπτεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: