previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[20]

τὸ δ᾽ ὅλον οὐκ εὖ τὸ τὴν Ὁμήρου ποίησιν εἰς ἓν συνάγειν τῇ τῶν ἄλλων ποιητῶν εἴς τε τἆλλα καὶ εἰς [p. 35] αὐτὰ τὰ νῦν προκείμενα τὰ τῆς γεωγραφίας καὶ μηδὲν αὐτῷ πρεσβεῖον ἀπονέμειν. καὶ γὰρ εἰ μηδὲν ἄλλο, τόν γε Τριπτόλεμον τὸν Σοφοκλέους τὸν ἐν ταῖς Βάκχαις ταῖς Εὐριπίδου πρόλογον ἐπελθόντα καὶ παραβαλόντα τὴν Ὁμήρου περὶ τὰ τοιαῦτα ἐπιμέλειαν, ῥᾷον ἦν αἰσθέσθαι τὴν ὑπερβολὴν τὴν διαφοράν: ὅπου γὰρ χρεία τάξεως ὧν μέμνηται τόπων, φυλάττει τὴν τάξιν ὁμοίως μὲν τῶν Ἑλληνικῶν, ὁμοίως δὲ τῶν ἄπωθεν: ‘Ὄσσαν ἐπ᾽ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ᾽ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον.’ ‘Ἥρη δ᾽ ἀίξασα λίπεν ῥίον Οὐλύμποιο, Πιερίην δ᾽ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατ᾽ ἐφ᾽ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα: ἐξ Ἀθόω δ᾽ ἐπὶ πόντον.’ καὶ ἐν τῷ καταλόγῳ τὰς μὲν πόλεις οὐκ ἐφεξῆς λέγει: οὐ γὰρ ἀναγκαῖον: τὰ δὲ ἔθνη ἐφεξῆς. ὁμοίως δὲ καὶ περὶ τῶν ἄπωθεν: ‘Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην.’ ὅπερ καὶ Ἵππαρχος ἐπισημαίνεται. οἱ δ᾽ ἐφ᾽ ὧν τάξεως χρεία, μὲν τὸν Διόνυσον ἐπιόντα τὰ ἔθνη φράζων, δὲ τὸν Τριπτόλεμον τὴν κατασπειρομένην γῆν, τὰ μὲν πολὺ διεστῶτα συνάπτουσιν ἐγγύς, τὰ δὲ συνεχῆ διασπῶσι: ‘λιπὼν δὲ Λυδῶν τὰς πολυχρύσους γύας Φρυγῶν τε Περσῶν θ᾽ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη, τήν τε δύσχειμον χθόνα Μήδων ἐπελθὼν Ἀραβίαν τ᾽ εὐδαίμονα.’ τοιαῦτα δὲ καὶ Τριπτόλεμος ποιεῖ. κἀν τοῖς κλίμασι δὲ κἀν τοῖς ἀνέμοις διαφαίνει τὸ πολυμαθὲς τὸ περὶ τὴν γεωγραφίαν Ὅμηρος, ἐν ταῖς τοποθεσίαις λέγων ἅμα καὶ ταῦτα πολλαχοῦ: ‘αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται πρὸς ζόφον: αἱ δέ τ᾽ ἄνευθε πρὸς ἠῶ τ᾽ ἠέλιόν τε.’ ‘δύω δέ τέ οἱ θύραι εἰσίν, αἱ μὲν πρὸς βορέαν, αἱ δ᾽ αὖ πρὸς νότον.’ ‘εἴτ᾽ ἐπὶ δεξί᾽ ἴωσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε, [p. 36] εἴτ᾽ ἐπ᾽ ἀριστερά τοί γε ποτὶ ζόφον.’ καὶ μὴν τὴν ἄγνοιάν γε τῶν τοιούτων τελείαν ἡγεῖται σύγχυσιν τῶν ἁπάντων: ‘ φίλοι, οὐ γάρ τ᾽ ἴδμεν, ὅπῃ ζόφος οὐδ᾽ ὅπῃ ἠώς, οὐδ᾽ ὅπῃ ἠέλιος.’ κἀνταῦθα δ᾽ εἰπόντος εὖ τοῦ ποιητοῦβορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον,’ οὐκ εὖ δεξάμενος αὐτὸς συκοφαντεῖ ὡς καθόλου λέγοντος, ὅτι ζέφυρος ἐκ Θρᾴκης πνεῖ, ἐκείνου λέγοντος οὐ καθόλου, ἀλλ᾽ ὅταν κατὰ τὴν Θρᾳκίαν θάλατταν συμπέσωσι περὶ τὸν Μέλανα κόλπον αὐτοῦ τοῦ Αἰγαίου μέρος οὖσαν. ἐπιστροφὴν γὰρ λαμβάνει πρὸς νότον ἀκρωτηριάζουσα Θρᾴκη καθ᾽ συνάπτει τῇ Μακεδονίᾳ, καὶ προπίπτουσα εἰς τὸ πέλαγος τοὺς ζεφύρους ἐντεῦθεν πνέοντας ἀποφαίνει τοῖς ἐν Θάσῳ καὶ Λήμνῳ καὶ Ἴμβρῳ καὶ Σαμοθρᾴκῃ καὶ τῇ περὶ αὐτὰς θαλάττῃ, καθάπερ καὶ τῇ Ἀττικῇ ἀπὸ τῶν Σκειρωνίδων πετρῶν, ἀφ᾽ ὧν καὶ Σκείρωνες καλοῦνται οἱ ζέφυροι, καὶ μάλιστα οἱ ἀργέσται. οὐκ ἐνόησε δὲ τοῦτο Ἐρατοσθένης, ὑπενόησε δ᾽ ὅμως. αὐτὸς γοῦν ἐξηγεῖται τὴν ἐπιστροφὴν ἣν λέγω τῆς χώρας: ὡς καθόλου οὖν δέχεται, εἶτ᾽ ἀπειρίαν αἰτιᾶται τοῦ ποιητοῦ, ὡς τοῦ ζεφύρου μὲν ἀπὸ τῆς ἑσπέρας πνέοντος καὶ τῆς Ἰβηρίας, τῆς δὲ Θρᾴκης ἐκεῖσε μὴ διατεινούσης. πότερον οὖν τὸν ζέφυρον ἀγνοεῖ ἀπὸ ἑσπέρας πνέοντα; ἀλλ᾽ ὅταν οὕτω φῇ, φυλάττει τὴν οἰκείαν αὐτοῦ τάξινσὺν δ᾽ εὖρός τε νότος τε πέσον ζέφυρός τε δυσαὴς καὶ βορέης:’ τὴν Θρᾴκην οὐκ οἶδε μὴ προπίπτουσαν πέραν τῶν Παιονικῶν καὶ Θετταλικῶν ὀρῶν; ἀλλὰ καὶ ταύτην τὴν ἐφεξῆς κατὰ τοὺς Θρᾷκας εἰδὼς καὶ κατονομάζων τήν τε παραλίαν καὶ τὴν μεσόγαιαν Μάγνητας μέν τινας καὶ Μαλιεῖς καὶ τοὺς ἐφεξῆς Ἕλληνας καταλέγει μέχρι Θεσπρωτῶν, ὁμοίως δὲ καὶ τοῖς Παίοσι τοὺς ὁμόρους Δόλοπας καὶ [p. 37] Σελλοὺς περὶ Δωδώνην μέχρις Ἀχελώου: Θρᾳκῶν δ᾽ οὐ μέμνηται περαιτέρω. εὐεπιφόρως δὲ ἔχει πρὸς τὴν ἐγγυτάτην καὶ γνωριμωτάτην ἑαυτῷ θάλατταν, ὡς καὶ ὅταν φῇκινήθη δ᾽ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: