previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[10]

ὥσπερ οὖν τὰ ἔσχατα καὶ τὰ κύκλῳ τῆς οἰκουμένης οἶδε καὶ φράζει σαφῶς ποιητής, οὕτω καὶ τὰ τῆς [p. 7] θαλάττης τῆς ἐντός. περιέχει γὰρ ταύτην ἀπὸ στηλῶν ἀρξαμένοις Λιβύη τε καὶ Αἴγυπτος καὶ Φοινίκη, ἑξῆς δὲ πέριξ τῆς Κύπρου, εἶτα Σόλυμοι καὶ Λύκιοι καὶ Κᾶρες, μετὰ δὲ τούτους μεταξὺ Μυκάλης καὶ τῆς Τρῳάδος ᾐὼν καὶ αἱ προκείμεναι νῆσοι: ὧν ἁπάντων μέμνηται, καὶ ἐφεξῆς τῶν περὶ τὴν Προποντίδα καὶ τοῦ Εὐξείνου μέχρι Κολχίδος καὶ τῆς Ἰάσονος στρατείας. καὶ μὴν καὶ τὸν Κιμμερικὸν Βόσπορον οἶδε τοὺς Κιμμερίους εἰδώς, οὐ δήπου τὸ μὲν ὄνομα τῶν Κιμμερίων εἰδὼς αὐτοὺς δὲ ἀγνοῶν, οἳ κατ᾽ αὐτὸν μικρὸν πρὸ αὐτοῦ μέχρι Ἰωνίας ἐπέδραμον τὴν γῆν τὴν ἐκ Βοσπόρου πᾶσαν. αἰνίττεται γοῦν καὶ τὸ κλίμα τῆς χώρας αὐτῶν ζοφῶδες ὄν, καὶ ὡς φησίνἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι: οὐδέ ποτ᾽ αὐτοὺς ἠέλιος φαέθων ἐπιλάμπεται, ἀλλ᾽ ἐπὶ νὺξ ὀλοὴ τέταται.’ γνωρίζει δὲ καὶ τὸν Ἴστρον, μεμνημένος γε Μυσῶν, ἔθνους Θρᾳκίου παροικοῦντος τὸν Ἴστρον. καὶ μὴν καὶ τὴν ἑξῆς παραλίαν οἶδε, Θρᾳκίαν οὖσαν μέχρι Πηνειοῦ, Παίονάς τε ὀνομάζων καὶ Ἄθω καὶ Ἀξιὸν καὶ τὰς προκειμένας τούτων νήσους. ἑξῆς δέ ἐστιν τῶν Ἑλλήνων παραλία μέχρι Θεσπρωτῶν, ἧς ἁπάσης μέμνηται. καὶ μὴν καὶ τὰ τῆς Ἰταλίας ἄκρα οἶδε, Τεμέσην καλῶν καὶ Σικελούς, καὶ τὰ τῆς Ἰβηρίας ἄκρα καὶ τὴν εὐδαιμονίαν αὐτῶν, ἣν ἀρτίως ἔφαμεν. εἰ δέ τινα ἐν τοῖς μεταξὺ διαλείμματα φαίνεται, συγγνοίη τις ἄν: καὶ γὰρ γεωγραφῶν ὄντως πολλὰ παρίησι τῶν ἐν μέρει. συγγνοίη δ᾽ ἂν καὶ εἰ μυθώδη τινὰ προσπέπλεκται τοῖς λεγομένοις ἱστορικῶς καὶ διδασκαλικῶς, καὶ οὐ δεῖ μέμφεσθαι. οὐδὲ γὰρ ἀληθές ἐστιν, φησιν Ἐρατοσθένης, ὅτι ποιητὴς πᾶς στοχάζεται ψυχαγωγίας, οὐ διδασκαλίας: τἀναντία γὰρ οἱ φρονιμώτατοι τῶν περὶ ποιητικῆς τι φθεγξαμένων πρώτην τινὰ [p. 8] λέγουσι φιλοσοφίαν τὴν ποιητικήν. ἀλλὰ πρὸς Ἐρατοσθένη μὲν αὖθις ἐροῦμεν διὰ πλειόνων, ἐν οἷς καὶ περὶ τοῦ ποιητοῦ πάλιν ἔσται λόγος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: