Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Πολυμνάστῳ δὲ τὸν θ᾽ ὑπολύδιον νῦν ὀνομαζόμενον τόνον ἀνατιθέασι, καὶ τὴν ἔκλυσιν καὶ
τὴν ἐκβολὴν πολὺ μείζω πεποιηκέναι φασὶν αὐτόν. καὶ αὐτὸν δὲ τὸν Ὄλυμπον ἐκεῖνον, ᾧ δὴ τὴν
ἀρχὴν τῆς Ἑλληνικῆς τε καὶ νομικῆς μούσης ἀποδιδόασι,
τό τε τῆς ἁρμονίας γένος ἐξευρεῖν φασι,
καὶ τῶν ῥυθμῶν τόν τε προσοδιακὸν ἐν ᾧ ὁ τοῦ
Ἄρεως νόμος, καὶ τὸν χορεῖον ᾧ πολλῷ κέχρηται
ἐν τοῖς Μητρῴοις: ἔνιοι δὲ καὶ τὸν βακχεῖον Ὄλυμπον
οἴονται εὑρηκέναι. δηλοῖ δ᾽ ἕκαστον τῶν ἀρχαίων μελῶν, ὅτι ταῦθ᾽ οὕτως ἔχει. Λᾶσος δ᾽᾽ ὁ
Ἑρμιονεὺς εἰς τὴν διθυραμβικὴν ἀγωγὴν μεταστήσας τοὺς ῥυθμοὺς: καὶ τῇ τῶν αὐλῶν πολυφωνίᾳ κατακολουθήσας
πλείοσί τε φθόγγοις καὶ διερριμμένοις
χρησάμενος εἰς μετάθεσιν τὴν προϋπάρχουσαν ἤγαγε μουσικήν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.