Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διὸ καὶ ταύτην ἐπωνυμίαν εἶχον: νόμοι γὰρ προσηγορεύθησαν,
ἐπειδὴ οὐκ ἐξῆν παραβῆναι καθ᾽ ἕκαστον νενομισμένον εἶδος τῆς τάσεως. τὰ γὰρ πρὸς
[p. 493] τοὺς θεοὺς ὡς βούλονται ἀφοσιωσάμενοι ἐξέβαινον
εὐθὺς ἐπί τε τὴν Ὁμήρου καὶ τῶν ἄλλων ποίησιν: δῆλον δὲ τοῦτ᾽ ἐστὶ διὰ τῶν Τερπάνδρου προοιμίων. ἐποιήθη δὲ καὶ τὸ σχῆμα τῆς κιθάρας πρῶτον κατὰ
Κηπίωνα, τὸν Τερπάνδρου μαθητὴν ἐκλήθη δ᾽ Ἀσιὰς διὰ τὸ κεχρῆσθαι τοὺς Λεσβίους αὐτῇ κιθαρῳδοὺς πρὸς τῇ Ἀσίᾳ κατοικοῦντας. τελευταῖον δὲ
Περίκλειτόν φασι κιθαρῳδὸν νικῆσαι ἐν Λακεδαίμονι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.