Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τοῦ πατρὸς δηλονότι διδάξαντος αὐτόν. πιστοῦται
δὲ τοῦτο ἐκ τῆς ἀναγραφῆς τῆς ἐν Σικυῶνι ἀποκειμένης,
δι᾽ ἧς τάς τε ἱερείας τὰς ἐν Ἄργει καὶ
τοὺς ποιητὰς καὶ τοὺς μουσικοὺς ὀνομάζει. κατὰ
δὲ τὴν αὐτὴν ἡλικίαν καὶ Λίνον τὸν ἐξ Εὐβοίας θρήνους πεποιηκέναι λέγει καὶ Ἄνθην τὸν ἐξ Ἀνθηδόνος τῆς Βοιωτίας ὕμνους καὶ Πίερον τὸν ἐκ Πιερίας
τὰ περὶ τὰς Μούσας ποιήματα: ἀλλὰ καὶ Φιλάμμωνα
τὸν Δελφὸν Λητοῦς τε καὶ Ἀρτέμιδος καὶ
Ἀπόλλωνος γένεσιν δηλῶσαι ἐν μέλεσι καὶ χοροὺς πρῶτον περὶ τὸ ἐν Δελφοῖς ἱερὸν στῆσαι: Θάμυριν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.