previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀψιμαθίας ΚΖ᾽

δὲ ὀψιμαθία φιλοπονία δόξειεν ἂν εἶναι ὑπὲρ τὴν [2] ἡλικίαν, δὲ ὀψιμαθὴς τοιοῦτός τις, οἷος ῥήσεις μανθάνειν ἑξηκονταέτης γεγονὼς καὶ ταύτας λέγων παρὰ πότον ἐπιλανθάνεσθαι. [3] καὶ παρὰ τοῦ υἱοῦ μανθάνειν τὸ 'ἐπὶ δόρυ᾽ καὶ [4] 'ἐπὶ ἀσπίδα᾽ καὶ 'ἐπ᾽ οὐράν᾽. καὶ εἰς ἡρῷα συμβάλλεσθαι [5] τοῖς μειρακίοις λαμπάδα τρέχειν. ἀμέλει δὲ κἄν που κληθῇ εἰς Ἡράκλειον, ῥίψας τὸ ἱμάτιον τὸν βοῦν [6] αἴρεσθαι, ἵνα τραχηλίσῃ: καὶ προσανατρίβεσθαι εἰσιὼν εἰς [7] τὰς παλαίστρας. καὶ ἐν τοῖς θαύμασι τρία τέτταρα πληρώματα [8] ὑπομένειν τὰ ᾁσματα ἐκμανθάνων. καὶ τελούμενος τῷ [9] Σαβαζίῳ σπεῦσαι, ὅπως καλλιστεύσῃ παρὰ τῷ ἱερεῖ. καὶ ἐρῶν ἑταίρας καὶ κριοὺς προσβάλλων ταῖς θύραις πληγὰς [10] εἰληφὼς ὑπ᾽ ἀντεραστοῦ δικάζεσθαι. καὶ εἰς ἀγρὸν ἐφ᾽ ἵππου ἀλλοτρίου κατοχούμενος ἅμα μελετᾶν ἱππάζεσθαι καὶ πεσὼν [11] τὴν κεφαλὴν κατεαγέναι. καὶ ἐν δεκαδισταῖς συνάγειν τοὺς [12] μεθ᾽ αὑτοῦ συναύξοντας. καὶ μακρὸν ἀνδριάντα παίζειν πρὸς [13] τὸν ἑαυτοῦ ἀκόλουθον. καὶ διατοξεύεσθαι καὶ διακοντίζεσθαι τῷ τῶν παιδίων παιδαγωγῷ καὶ ἅμα μανθάνειν παρ᾽ αὑτοῦ [14] παραινεῖν, ὡς ἂν καὶ ἐκείνου μὴ ἐπισταμένου. καὶ παλαίων δ᾽ ἐν τῷ βαλανείῳ πυκνὰ ἕδραν στρέφειν, ὅπως πεπαιδεῦσθαι [15] δοκῇ. καὶ ὅταν ὦσι χοροὶ γυναικῶν, μελετᾶν ὀρχεῖσθαι αὐτὸς αὑτῷ τερετίζων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: