previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀνελευθερίας ΚΒ᾽

δὲ ἀνελευθερία ἐστὶν ἀπουσία τις [ἀπὸ] φιλοτιμίας [2] δαπάνην ἐχούσης, δὲ ἀνελεύθερος τοιοῦτός τις, οἷος νικήσας τραγῳδοῖς ταινίαν ξυλίνην ἀναθεῖναι τῷ Διονύσῳ, ἐπιγράψας [3] μὲν αὑτοῦ τὸ ὄνομα. καὶ ἐπιδόσεων γιγνομένων ἐκ τοῦ δήμου, [4] ἀναστὰς σιωπῇ ἐκ τοῦ μέσου ἀπελθεῖν. καὶ ἐκδιδοὺς αὑτοῦ θυγατέρα τοῦ μὲν ἱερείου πλὴν τῶν ἱερέων τὰ κρέα ἀποδόσθαι, τοὺς δὲ διακονοῦντας ἐν τοῖς γάμοις οἰκοσίτους μισθώσασθαι. [5] καὶ τριηραρχῶν τὰ μὲν τοῦ κυβερνήτου στρώματα αὑτῷ ἐπὶ τοῦ καταστρώματος ὑποστόρνυσθαι, τὰ δὲ αὑτοῦ ἀποτιθέναι. [6] καὶ τὰ παιδία δὲ δεινὸς μὴ πέμψαι εἰς διδασκάλου, ὅταν [τοῦ ἀποτιθέναι καὶ τὰ παιδία] Μουσεῖα, ἀλλὰ φῆσαι κακῶς [7] ἔχειν, ἵνα μὴ συμβάλωνται. καὶ ἐξ ἀγορᾶς δὲ ὀψωνήσας [8] [τὰ κρέα] αὐτὸς φέρειν τὰ λάχανα ἐν τῷ προκολπίῳ. καὶ [9] ἔνδον μένειν, ὅταν ἐκδῷ θοἰμάτιον ἐκπλῦναι: καὶ φίλου ἔρανον συλλέγοντος καὶ διειλεγμένου αὐτῷ, προσιόντα προϊδόμενος ἀποκάμψας ἐκ τῆς ὁδοῦ τὴν κύκλῳ οἴκαδε πορευθῆναι: [10] καὶ τῇ γυναικὶ δὲ τῇ ἑαυτοῦ προῖκα εἰσενεγκαμένῃ μὴ πρίασθαι θεράπαιναν, ἀλλὰ μισθοῦσθαι εἰς τὰς ἐξόδους ἐκ τῆς γυναικείας [11] παιδίον τὸ συνακολουθῆσον: καὶ τὰ ὑποδήματα παλινπήξει κεκαττυμένα φορεῖν καὶ λέγειν, ὅτι κέρατος οὐδὲν [12] διαφέρει: καὶ ἀναστὰς τὴν οἰκίαν καλλῦναι καὶ τὰς κλίνας [13] ἐκκορῆσαι: καὶ καθεζόμενος παραστρέψαι τὸν τρίβωνα, ὃν αὐτὸν φορεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: